Ancient Greek
8.10 to 8.11
Epiphanius, Panarion (Adversus haereses) 8.10-11
Not analysed yet
ὁ δὲ ἐπιμελόμενος καὶ πειθόμενος τῇ τῶν ἀναδιδαξάντων ἀληθεστάτῃ ἑρμηνείᾳ ἀντίγραφον τοῦ νόμου ᾔτησεν. οἱ δὲ ἀφθόνως δεδωκότες μετὰ καὶ τοῦ νόμου Ἔσδραν τινὰ ἀποστέλλουσιν παιδευτὴν τοῦ νόμου ἀπὸ Βαβυλωνίας πρὸς τὸ παιδεῦσαι τοὺς ἐν τῇ Σαμαρείᾳ καθεσθέντας Ἀσσυρίους (τοὺς προδεδηλωμένους Κουθαίους καὶ <τοὺς> ἄλλους) τὸν νόμον τὸν Μωυσέως. γίνεται δὲ τοῦτο ἐν τῷ τριακοστῷ ἔτει πλείω ἐλάσσω τῆς τοῦ Ἰσραὴλ καὶ Ἱερουσαλὴμ αἰχμαλωσίας. ἐπαίδευε τοίνυν Ἔσδρας καὶ οἱ μετ’ αὐτὸν τὸ γένος τὸ ἐν τῇ Σαμαρείᾳ καὶ ἐκλήθησαν Σαμαρεῖται οἱ τὸν νόμον διὰ τοῦ Ἔσδρα τοῦ ἀπὸ Βαβυλῶνος ἥκοντος ὑποδεξάμενοι. διῆλθεν δὲ χρόνος ἐτῶν τεσσαράκοντα ἄλλων καὶ ἡ αἰχμαλωσία ἀνέθη καὶ ἀνῆλθεν Ἰσραὴλ ἀπὸ τῆς Βαβυλῶνος.