# Panarion (Adversus haereses) 8.2-3-8

Epiphanius, Panarion (Adversus haereses), 8.2 to 8.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/8.2-3

ἑξῆς δὲ ὡς ἀπὸ τῶν ὀνομάτων ἰσάριθμον δύναμιν ἐπέδειξεν ἡ Τετρακτὺς αὐτῷ ἀπαγγελοῦμεν, ἵνα μηδὲν λάθῃ σε τῶι εἰς ἡμᾶς ὑπ᾿ αὐτοῦ λεγομένων ἐληλυθότων, ἀγαπητέ, καθὼς πολλάκις ἀπᾐτησας παρ᾿ ημῶν. Οὕτως οὖν ἀπαγγέλλει ἡ πάνσοφος αὐτῶν Σιγὴ τὴν γένεσθιν τῶν εἰκοσιτεσσάρων στοιχείων· τῇ Μονότητι συνυπάρχειν ἑνότητα, ἐξ ὧι δύο προβολαί, καθὰ προείρηται, Μονάς τε καὶ τὸ Ἕν, δὶς δύο οὒσαι τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο τέσσαρες. καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὓτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἰκοσιτέσσαρας ἀπεκύησαν μορφάς. καὶ τὰ με) τῆς πρώτης τετράδος ὀνόματα, ἅγια ἁγίων νοούμενα καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι ὑπὸ μόνου τοῦ Υἱοῦ, ἃ ὁ Πατὴρ οὖδεν τίνα ἐστίν· τὰ δὲ σεμνῶς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ᾿ αὐτῷ ἐστι ταῦτα· Ἄρρητος καὶ Σιγή, Πατήρ τε καὶ Ἀλήθεια. ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθμός ἐστι στοιχείων εἰκοσιτεσσάρων. τὸ γὰρ Ἄρρητος ὄνομα γράμματα ἔχει ἐν ἑαυτῷ ἑπτά, ἡ δὲ Σειγὴ πέντε καὶ ὁ Πατὴρ πέντε καὶ ἡ Ἀλήθεια ἑπτά, ἃ συντεθέντα ἐπὶ τὸ αὐτό, τὰ δὶς πέντε καὶ δὶς ἑπτά, τὸν τῶν εἰκοσιτεσσάρων ἀριθμὸν ἀνεπλήρωσεν. ὡσαύτως δὲ καὶ ἡ δευτέρα τετράς, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία, τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. καὶ τὸ τοῦ σωτῆρος δὲ ῥητὸν ὄνομα Ἰησοῦς γραμμάτων ὑπάρχειν ἕξμ τὸ δὲ ἄρρητον αὐτοῦ γραμμάτων εἰκοσιτεσσάρων· υἱὸς Χρειστὸς γραμμάτων δώδεκα, τὸ δὲ ἐν Χριστῷ ἄρρητον γραμμάτων πριτάκοντα. καὶ διὰ τοῦτό φησιν αὐτὸν α καὶ ω, ἵνα τὴν περιστερὰν μηνύσῃ, τοῦτον ἔχοντος τὸν ἀριθμὸν τούτου τοῦ ὀρνέου.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
