Ancient Greek
Κατὰ Κηρινθιανῶνἤτοι Μηρινθιανῶν ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 8
Epiphanius, Panarion (Adversus haereses) 8.3
Not analysed yet
Καὶ ταῦτα περὶ ταύτης τῆς δεινῆς καὶ ἑρπετώδους μοχθηρίας διεξιόντες πάλιν ἐπὶ τὰς ἑξῆς προβαίνομεν ,εὐχαριστοῦντες μὲν ὅτι τὸ πέλαγος τούτων τῶν κακῶν δογμάτων ἀβλαβῶς διενηξάμεθα, εὐχόμενοι δὲ ἵνα ἐν τοῖς ἑξῆς παρεντυχόντες, ὡς εἰς δυσθαλάττια καὶ θηριώδη βράχη παρεμπεσόντες μὴ ἀδικηθῶμεν ,ἀλλὰ σωτηρίας τύχωμεν τῆς ἀπὸ τῆς μελλούσης ἡμῖν ἡμῖν ὑφήγησιν ἀναφαίνεσθαι ἀληθείας ἐν τῷ ἡμᾶς συνιστᾶν αὐτήν τε καὶ τὴν ἐπ' αὐτῇ κενοφωνίαν.