Ancient Greek
8.4 to 8.10
Epiphanius, Panarion (Adversus haereses) 8.4-3-10
Not analysed yet
οὕτω θέλει ἡμᾶς ὁ μονογενὴς θεὸς ὁ ἐκ πατρὸς προελθὼν ἐν καιρῷ διωγμοῦ καὶ ἐν καιρῷ πειρασμοῦ τὰ πάντα ἡμῶν παραδιδόναι μαχαίρᾳ τε καὶ πυρί, φυλάττειν δὲ ἑαυτῶν τὴν κεφαλήν, τουτέστιν Χριστὸν μὴ ὀρνεῖσθαι, ἐπειδήπερ κεφαλὴ παντὸς ἀνθρώπου Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός«, κατὰ τὸν ἀπόστολον. ἕτερον πάλιν ἔχει φρονιμότητος ὁ ὄφις, ὥς φασιν οἱ φυσιολόγοι περὶ τούτου τοῦ ζῴου. ὅταν γὰρ διψήσας ἀπὸ τοῦ φωλεοῦ προέλθοι ἐπί τι ὕδωρ ἵνα πίῃ, οὐ συμπαραλαμβάνει λαμβάνει τὸν ἰὸν μεθ’ ἑαυτοῦ, ἀλλὰ ἐν τῷ φωλεῷ καταλιμπάνει καὶ οὕτως ἐλθὼν λαμβάνει τὸ πόμα τῶν ὑδάτων. καὶ αὐτοὶ οὐν τοῦτο μιμησώμεθα, ἵνα, ὅταν ἐρχώμεθα ἐπὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἢ εἰς εὐχὴν ἢ εἰς τὰ τοῦ θεοῦ μυστήρια, μὴ φέρωμεν μεθ’ ἑαυτῶν κακίαν ἢ ἡδονὴν ἢ ἐπιθυμίαν ἢ ἔχθραν ἤ τι ἕτερον ἐν ταῖς διανοίαις αὑτῶν. ἐπεὶ πῶς ἂν καὶ τὴν περιστερὰν μιμήσασθαι δυνηθείημεν, μὴ ἐκτὸς γενόμενοι κακίας, καίτοι γε τοῦ γένους τῆς περιστερᾶς έν πολλοῖς πράγμασιν οὐκ ἐπαινουμένου; ἀκόλαστον γὰρ γένος περιστερᾶς καὶ πολυμιξίας μὴ ἀνακοπτόμενον, λάγνον τε καὶ καθ᾿ ὥραν ἡδονῇ προσανακείμενον, πρὸς δὲ τούτοις ἄτονον καὶ βληχρόν. διὰ δὲ τὸ ἄκακον καὶ μακρόθυμον καὶ ἀμνησίκακον τοῦ ζῴου, ἔτι μὴν καὶ διὰ τὸ ἐν εἴδει παριστερᾶς πεφάνθαι τὸ ἅγιον πνεῦμα, μιμήσασθαι ἡμᾶς βούλεται ὁ θεῖος λόγος τοῦ ἁγίου πνεύματος τὴν βούλησιν καὶ τῆς ἀκάκου περιστερᾶς τὴν ἀκακίαν, ὄντας μὲν ἡμᾶς φρονίμους εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. καὶ λέλυται ἡ τούτων πᾶσα δραματουργία. εὐθὺς γὰρ ὁ ἅγιος ἀπόστολος κατ᾿ ἄλλου τινὸς τὸ πανοῦργον καὶ ἐπίβουλον οὐχ ὁρίζεται περισσοτέρως ἀλλὰ κατὰ τοῦ διαβόλου καὶ τοῦ ὄφεως, λέγων »φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις ἠπάτησεν Εὔαν ἐν τῇ πανουργίᾶ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ ἁγνείας Χριστοῦ καὶ δικαιοσύνης‘.