Ancient Greek
8.7 to 8.8
Epiphanius, Panarion (Adversus haereses) 8.7-8
Not analysed yet
χρόνῳ δὲ οὑτοι ὑπὸ τῶν θ· ηρίων διασπαραττόμενοι, λεόντων τε καὶ παρδάλεων καὶ ἄρκων καὶ τῶν ἄλλων πονηρῶν θηρίων, ἀποστέλλουσιν εἰς Βαβυλῶνα, παρακαλοῦντες καὶ ὑπερβολῇ θαυμάζοντες τὴν <τῶν> κατοικησάντων τὸ πρὶν ἐγκαθέτων διαγωγήν, πῶς ἠδύναντο ὑποστῆναι τὴν τῶν θηρῶν ἁρπαγήν τε καὶ βίαν. ὁ δὲ βασιλεὺς μεταστειλάμενος τοὺς πρεσβυτέρους ἤρετο τὴν αὐτοῖς γενομένην ἀγωγὴν >τῆς ἐν τῇ Ἰουδαίᾳ καθέξεως, πῶς τε διελάνθανον τὴν τῶν θηρῶν ἁρπαγήν, τοσαύτης θηριοβολίας καὶ λύμης κατὰ τὴν γῆν ἑκείνην ὑπαρχούσης.