Ancient Greek
Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 8
Epiphanius, Panarion (Adversus haereses) 8.7-3
Not analysed yet
ὥστε τὸ ἐξηγόρασε τὴν ὑπόθεσιν ὑπέφηνεν τῆς ὑπὲρ ἡμῶν ἀναδοχῆς ἐν κόσμῳ ἐνσάρκου παρουσίας <δι᾿> ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθὴς ὢν θεός, μένων τῇ ἰδίᾳ ἀπαθείᾳ τῆς αὐτοῦ θεότητος καὶ *αὐτὸ ὅ ἀνεδέξατο ὑπὲρ . . ἡμῶν παθεῖν. οὐκ ἀγοράζων ἡμᾶς ἀπ᾿ ἀλλοτρίων, ἀλλὰ τὴν |ὑπὸ θεσιν ὑπὲρ ἡμῶν τοῦ σταυροῦ ἀναδεξάμενος, προαιρέσει καὶ οὐ μετ ἀνάγκης. ὅθεν ἐλήλεγκται κατὰ πάντα τοῦ Μαρκίωνος ὁ λόγος.