# Panarion (Adversus haereses) 9-5

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Νοητιανῶν λݲζݲ, τῆς δὲ ἀκολουθέας νݲςݲ., Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/9-5

9. Ἀλλὰ τί ἐστιν ὅ ἐρεῖς. ὦ οὗτος, ὅτι »οὗτος, φησίν, ὁ θεος ἡμῶν, καὶ οὐ λογισθήσετα ἄλλος«. καὶ καλῶς πάνυ ἔφη, ὡς καὶ ὁ ἀπόστολος διαβεβαιοῦται λέγων »ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὤν ἐπὶ πάντων θεός«. θαυμαστῶς [<δὲ> διηγεῖται· οὗτος γὰρ ὁ ὤν ἔστιν ἐπὶ πάντων θεός· ἐπειδὴ γὰρ αὐτὸς διδάσκει ἡμᾶς λέγων »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«, διὰ τοῦτο ἐπὶ πάντων ἐστὶ θεός. οὕτω γὰρ καὶ Ἰωάννης μαρτυρεῖ λέγων »ὅ ἦν ἀπ᾿ ἀρχῆς. ὅ ἠκούσαμεν καὶ τοῖς ὀφθαλμοῖς ἑωράκαρεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν«, καὶ πάλιν φησὶν ἐν τῇ Ἀποκαλύψει »ὁ ὤν ἀπ᾿ ἀρχῆς καὶ ἐρχόμενος παντοκράτωρ«. καλῶς κατὰ πάντα εἶπε· ἐν τῷ γὰρ εἰπεῖν »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«, καὶ <τὸν παρτέρα> ἀκριβῶς ὑπετίθετο. ἐπὶ πάντας μὲν οὖν ὤν θεός, ἔχων δὲ δἴδιον αὐτοῦ πατἰρα, * ἐν τῷ λέγειν »ἀπέρχομαι πρὸς τὸν πατέρα«. εἰ δὲ ἦν αὐτὸς πατήρ, πρὸς ποῖον ἄρα πατέρα ἄπεισι, ὦ ἀνόητε;

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
