Ancient Greek
9.1 to 9.4
Epiphanius, Panarion (Adversus haereses) 9.1-10-4
Not analysed yet
9. Καὶ ὡς άταιος παςῶν αἱρέσεων ἡ διάνοια. ἰδοὺ γὰρ καὶ οὗτοι ἠρνήσαντο τὸν αὐτῶν δεσπότην τὸν »ἀγοράσαντα αὐτοὺς τῷ ἰδίῳ αὐτοῦ αἵματι«, τὸν οὐκ ἀπὸ Μαρίας ἐναρξάμενον, ὡς αὐτοὶ νομίζουσιν, ἀλλ’ ἀεὶ ὄντα πρὸς τὸν πατέρα θεὸν Λόγον, γεγεννημένον ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀχρόνως, ὡς πᾶσα γραφὴ διηγεῖται· ᾧ καὶ ειπεν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν«, καὶ οὐχὶ τῷ Μελχισεδέκ. εἰ μὲν γὰρ καὶ ἱερεὺς [ἐστι] τοῦ θεοῦ τοῦ ὑψίστου ἐν τῇ ἰδίᾳ γενεᾷ γεγένηται καὶ οὐκ ἔσχε διαδοχὴν μετ’ αὐτόν, ἀλλ’ οὐκ ἔστιν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβάς. οὐ γὰρ εἶπεν ἡ γραφὴ ὅτι »κατήνεγκε «ἄρτον καὶ οἶνον, ἀλλὰ »ἐξήνεγκεν« αὐτῷ τε καὶ τοῖς μετ’ αὐτοῦ, ὡς ἀπὸ τῶν βασιλέων ἀποδεξόμενος τὸν διερχόμενον πατριάρχην·