Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 9
Epiphanius, Panarion (Adversus haereses) 9.13-2
Not analysed yet
καὶ κατ᾿ ἐκείνην τὴν νύκτα μετὰ δύο ἔτη τῆς γεννήσεως ὤφθη ὁ ἄγγελος καὶ εἶπε παραλαβεῖν τὴν μητέρα καὶ τὸ παιδίον εἰς γῆν Αἰγύπτου. διὸ οὐκέτι Ἰωσὴφ ἀνακάμπτει εἰς Ναζαρέτ, ἀλλὰ ἀποδιδράσκει ἅμα τῷ παιδὶ καὶ τῇ μητρὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἄλλα δύο ἔτη ποιεῖ ἐκεῖδε· καὶ οὕτως πάλιν ὁ ἄγγελος μετὰ τὴν τοῦ Ἡρῴδου τελευτὴν *ἐπιστρέφει ἐπὶ τὴν Ἰουδαίαν.