Ancient Greek
9.16 to 9.19
Epiphanius, Panarion (Adversus haereses) 9.16-19
Not analysed yet
Καὶ περὶ τούτων δὲ ἱκανῶς διαλεχθέντες καταλείψωμεν τὴν αἵρεσιν, ὥσπερ μυογαλίδιον λίθῳ πεπαικότες διὰ τῆς στερεᾶς πίστεως καὶ ἑδραιώματος καὶ φυγόντες τὸ ἰοβόλον αὐτῆς δηλητήριον. τὸ γὰρ μυογαλίδιόν φασι πρὸς μὲν τὴν ὥραν μηδὲν ἀδικεῖν τὸν δακνόμενον, χρόνῳ δέ τινι τὸ σῶμα ἀφανίζειν καὶ εἰς λώβησιν κελεφίας ἕως ὅλων τῶν μελῶν ἔγειν τὸν ἐπιβουλευθέντα. οὕτω καὶ αὕτη ἡ αἵρεσις *τῇ διανοίᾳ τοῖς εὐθὺς περὶ τούτων ἀκούσασι φαίνεται ὡς οὐδὲν *,προσεντριβομένη δὲ ἡ τῶν λόγων παρολκὴ ζητήματα ἐμποιεῖ καὶ ὥσπερ ἀφανισμ]ν τοῖς μὴ τυχοῦσι κοῦ βοηθήματος τῆς ἀντιδότου ταύτης, τῆς παρ’ ἡμῶν γενομένης κατ’ αὐτῆς ἀνατροπῆς τε καὶ ἀντιλογίας. οὐ τάχιον δὲ φαι; νεται τὸ ζῷον. ἐν νυκτὶ γὰρ ἐστι πορευόμενον καὶ οὕτω τὴν βλάβην ἐργάζεται, μάλιστα δὲ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ, ὡς ἰστέον ἐστὶ τοῖς τὴν γνῶσιν τοῦ ζῴου ἐπισταμένοις, ὅτι οὐ παρέργως οὔτε σεσυκοφαντημένως τῆς τοῦ ζῴου ὑποθέσεως πεποιήμεθα τὴν μνήμην, ἀπεικάσαντες αὐτὸ τῇ παρὰ τῆς αἱρέσεως βλάβῃ· τοιοῦτο γὰτ αὐτῆς τὸ ἀδίκημα ὑπάρχει. ἐφεξῆς δὲ βαδιοῦμαι ἐπὶ τὰς ἄλλας, ὅπως τὸ ἐπάγγελμα ἐν θεῷ πληρῶσαι καταξιωθέντες τῷ θεῷ εὐχαριστήσωμεν.