# Panarion (Adversus haereses) 9.3-2-9

Epiphanius, Panarion (Adversus haereses), 9.3 to 9.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/9.3-2

φασὶ δὲ εἰναι τὴν σάρκα ἀπολλυμένην καὶ μὴ ἐγειρομένην, εἶναι δὲ ταύτην τοῦ ἄρχοντος. τὴν δὲ δύναμιν τὴν ἐν τοῖς καταμηνίοις καὶ ἐν ταῖς γοναῖς ψυχὴν εἶναί φασιν, ἣν συλλέγοντες ἐσθίομεν· καὶ ἅπερ ἡμεῖς ἐσθίομεν, κρέα ἢ λάχανα ἢ ἄρτον ἢ εἴ τι ἕτερον, χάριν ποιοῦμεν ταῖς κτίσεσι, συλλέγοντες ἀπὸ πάντων τὴν ψυχὴν καὶ μεταφέροντες θεθ' ἑαυτῶν εἰς τὰ ἐπουράνια. διόπερ καὶ πάντων μεταλαμβάνουσι κρεῶν λέγοντες, ἵνα ἐλεήσωμεν τὸ γένος ἡμῶν. φάσκουσι δὲ τὴν αὐτὴν ψυχὴν εἶναι, ἴν τε τοῖς ζῴοις καὶ ἐν κνωδάλοις καὶ ἰχθύσι καὶ ὄφεσι καὶ ἀνθρώποις ἐγκατεσπάρθαι καὶ ἐν λαχάνοις καὶ ἐν δένδρεσι καὶ ἐν γεννήμασι. καὶ οἱ μὲν αὐτῶν Φιβιωνῖται καλούμενοι ἀναφέρουσι τὰς αἰσχρὰς αὐτῶν θυσίας τὰς τῆς πορνείας, τὰς ὑφ' ὴμῶν ἐνταῦθα προειρημένας, όνόμασι τρακοσίοις ἑξήκοντα πέντε, οἷς αὐτοὶ ἔπλασαν ἀρχόντων δῆθεν, ἐμπαίζοντες τοῖς γυναικαρίοις καὶ λέγοντες· μίγηθι μετ' ἐμοῦ, ἵνα σε άνενέγκω πρὸς τὸν ἄρχοντα. καθ' ἑκάστην δὲ μῖξιν ὀνομάζουσιν ἑνὸς ὄνομά τινος βάρβαρον τῶν παρ' αὐτοῖς πεπλασμένων, καὶ δῆθεν εὔχονται λέγοντες· προσφέρω σοὶ τῷ δεῖνι, ἵνα προσενέγκῃς τῷ δεῖνι. τῇ δὲ ἄλλῃ μίξει πάλιν ἄλλῳ ὑποτίθεται ὡσαύτως προσφέρειν, ἴνα καὶ αὐτὸς τῷ ἄλλῳ. καὶ ἕως ἀνέλθῃ, μᾶλλον δὲ κατέλθῃ τριακοσίας ἑξήκοντα πέντε πτώσεις τῆς λαγνείας, καθ' ἑκάστην ὅνομά τι ἐπικαλεῖται τὸ τοιοῦτο ἐργαζόμενος. καὶ ἄρχεται πάλιν κατιέναι διὰ τῶν αὐτῶν, τὰ αὐτὰ αἰσχρὰ ἐπιτελῶν καὶ ἐμπαίζων ταῖς ἠπατημέναι. ὅταν οὖν εἰς τοσοῦτον ὄγκον ἐλάσῃ ἀριθμοῦ ἑπτακοσίων τριάκοντα πτώσεων, λέγν δὴ μίξεων αἰσχρῶν καὶ όνομάτων τῶν παρ' αὐτοῖς Ι πεπλασμένων, τότε λοιπὸν τολμᾷ ὁ τοιοῦτος καὶ λέγει· »ἐγώ εἰμι ὁ Χριστός, ἐπειδὴ ἄνωθεν καταβέβηκα διὰ τῶν ὀνομάτων τῶν τξε ἀρχόντων.‘

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
