# Panarion (Adversus haereses) 9.3-4-7

Epiphanius, Panarion (Adversus haereses), 9.3 to 9.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/9.3-4

ἀνέμενεν γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς λέγει »περὶ σοῦ γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσί σε«. ἤκουεν γὰρ ἀεὶ τῶν προφητῶν καταγγελλόντων τὴν τοῦ Χριστοῦ παρουσίαν, λύτρωσιν <τε> ἐσομένην ἁμαρτησάντων καὶ διὰ Χριστοῦ μετανοούντων, ἐνόμιζέν τε τεύξασθαί τινος ἐλέους. ὅτε δὲ εἶδεν ὁ τάλας τὸν Χριστὸν μὴ δεξάμενον αὐτοῦ τὴν περὶ σωτηρίας ἐπιστροφήν, ἀνοίξας τὸ στόμα κατὰ τοῦ ἰδίου δεσπότου τὴν βλασφημίαν ἐξήμεσε, τοῖς ἀνθρώποις ὑπόνοιαν ἐμβαλὼν ἀρνεῖσθαι μὲν τὸν ὄντα, τὸν δὲ μὴ ὄντα ζητεῖν. οὕτως τοίνυν καὶ οὑτοι ἐλεγχθήσονται κατὰ πάντα τρόπον ἠπατημένοι. ὁ γὰρ Σὴθ τέθνηκε καὶ τὰ ἔτη αὐτοῦ ἀναγέγραπται. βιώσας γὰρ ἔτη ἐννακόσια δεκαδύο τὸ χρεὼν ἀπέδωκε, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὥς φησιν ἡ θεία γραφή. κατὰ διαδοχὴν δὲ δὲ τούτου παῖς, Ἐνὼς δὲ ἠν τούτῳ ὄνομα, καὶ αὐτὸς βιώσας ἔτη ἐννακόσια πέντε ὑπήλλαξε τὸν καθ᾿ ἡμᾶς βίον, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὡς ἔχει ἡ αὐτὴ βίβλος τῆς ἀληθείας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
