# Panarion (Adversus haereses) 9.4-6

Epiphanius, Panarion (Adversus haereses), 9.4 to 9.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/9.4

ἀλλὰ καὶ ἀπὸ ἄλλου τινὸς τὸ τοιοῦτον ἤκουσα, ἔτι ὄντος Ἰουδαίου διὰ τὸν τῶν Ἰουόαίων φόβον άνὰ μέσον δὲ Χριἔτι στιανῶν πολλόκις διατρίβοντος καὶ Χριστιανοὺς τιμῶντός τε καὶ ἀγαπῶντος, συνοδεύσαντός μοι ἐν τῇ ἐρήμῳ τῆς Βαιθὴλ Ἐφραῒμ ἐπὶ τὴν ὀρεινὴν ἀνερχομένῳ ἀπὸ τῆς Ἱεριχοῦς καὶ ἀντιβάλλοντι πρὸς αὐτὸν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ αὐτοῦ μὴ ἀντιλέγοντος. θαυμάζοντος δέ μου καὶ ἐρωτῶντος τὴν αἰτίαν (ἦν γὰρ καὶ νομομαθὴς καὶ δυνάμενος ἀντιλέγειν), τίνος χάριν οὐκ ἀντιλέγει ἀλλὰ πείθεται περὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. ἀκούων τὰ τοσαῦτα ἀπεκάλυψέν μοι καὶ οὗτος, ὡς μέλλων τελευτᾶν ἤκουσε παρ᾿ αὐτῶν εἰς ἀκοὴν ὠτίου ἐν ψιθυρισμῷ ὅτι »Ἰησοῦς Χριστὸς ὁ σταυρωθεὶς υἱὸς τοῦ θεοῦ μέλλει σε κρίνειν‘. ἀλλὰ ταῦτά μοι περὶ τούτων καὶ κατὰ τοῦτον τὸν λόγον ἐνταῦθα μοι] ἐξ ἀληθινῆς ἀκοῆς παρακείσθω.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
