Ancient Greek
9.6 to 9.7
Epiphanius, Panarion (Adversus haereses) 9.6-7
Not analysed yet
πόθεν δὲ οὐ δείξωμεν ξωμεν ὅτι ἦν ἀεὶ <ὁ> υἱὸς σὺν πατρί; »ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος«, καὶ οὐκ εἶπεν »ἐν ἀρχῇ ἦν ὁ Μελχισεδὲκ οὐδὲ θεὸς ἦν ὁ Μελχισεδέκ«. καὶ πάλιν »ἦλθεν οὖν ὁ κύριος πρὸς τὸν Ἀβραάμ, καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα«. καὶ αὐτὸς ὁ ἀπόστολός λός φησιν »εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«.