# Panarion (Adversus haereses) 9.9-3-14

Epiphanius, Panarion (Adversus haereses), 9.9 to 9.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/9.9-3

αὐτὸς δὲ ὁ κύριος σαφῶς λέγει ὅτι »ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος«. καὶ πάλιν ὁ ἀπόστολος λέγει »ἕν δέ ἐστιν τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται πρὸς τὸ συμφέρον«. ἰδοὺ τοίνυν πατήρ, ἰδοὺ υἱός, ἰδοὺ πνεῦμα ἅγιον, καὶ οὐδαμοῦ περὶ Μελχισεδὲκ λέγει ὅτι ἐν τοῖς χαρίσμασιν † δωρεῖται οὔτε ἐν τοῖς ὑψώμασι. καὶ μάτην παρὰ τούτοις ᾄδεται τὰ ψευδῆ καὶ ἐπινενοημένα τῶν προσκομμάτων, οὐκ ἀπὸ τῆς ἀληθείας αὐτοῖς συμβαίνοντα, ἀλλὰ ἐξ αὐτοῦ τοῦ συρίγματος τοῦ δράκοντος, ὡς ἑκάστην αἵρεσιν ἠδυνήθη ἀπατῆσαί τε καὶ πλανῆσαι. Ἦλθε δὲ πάλιν εἰς ἡμᾶς ὥς τινες περιττότερον τῶν προειρημένων πάντων πλανηθέντες καὶ περισσοτέρᾳ ἀλαζονείᾳ ἐννοίας ἀρθέντε ἐτόλμησαν εἰς ἀπορίαν διανοημάτων τραπῆναι καὶ εἰς βλάφημον ἔννοιαν ἐλθεῖν καὶ εἰπεῖν τὸν αὐτὸν Μελχισεδὲκ εἶναι τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. καὶ ὦ τῆς τῶν ἀνθρώπων ἀφυλάκτου ἐννοίας καὶ ἀπατωμένης καρδίας καὶ μὴ ἐχούσης στάσιν ἀληθείας. ἀπὸ τοῦ γὰρ τὸν ἀπόστολον λέγειν ἀπάτορα καὶ ἀμήτορα τὸν μελχισεδὲκ καὶ ἀγενεαλόγητον, διὰ τὸ ὑπέρογκον τῆς φράσεως πλανηθέντες τῇ ἐννοίᾳ οἱ τοιοῦτοι καὶ * διανοηθέντες τὰ * εἰς τὸν πατέρα τῶν ὅλων ἀναλογοῦντα ἐν ἑαυτοῖς ἀνετύπωναν βλασφημίας πλάνην. ἀπὸ τοῦ γὰρ τὸν πατέρα τῶν ὅλων, θεὸν τὸν παντοζωῆς μήτε πατέρα ἔχειν μήτε μητέρα μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος (τοῦτο γὰρ <παρὰ> πᾶσιν ὡμολόγηται) ἀπεικάσαντες τούτῳ τὸν Μελχισεδὲκ διὰ τὸ περὶ αὐτοῦ οὕτω τὸν ἀπόστολον εἰρηκέναι εἰς ἀφροςύνης βλασφημέαν πεπτώκασι, μὴ νοήσαντες τὰ ἄλλα τὰ περὶ αὐτοῦ εἰρημένα. περὶ γὰρ τοῦ Μελχισεδὲκ εἴρηται ὅτι »ἦν ἱερεὺς τοῦ ὑψίστου«. εἰ οὖν ὕψιστός ἐστιν οὗτος καὶ πατήρ, ἄρα ἑτέρου ὑψίστου ὑπάρχων ἱερεὺς οὐκέτι αὐτὸς εἴη πατὴρ τῶν ὅλων, ἱερατεύων ἑτέρῳ ὑψίστῳ.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
