# Daulis (P. Berol. inv. 11517) 2

Erotica Adespota, Daulis (P. Berol. inv. 11517), Column col2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/erotica-adespota/daulis-p-berol-inv-11517/2

χαίρει δὲ σφαγαῖς ἀνθρ[ώ]πων, αἷς καὶ ἐγὼ τέρπομαι τῶν ἐκείνωι καθοσιω[μέ]νων σπονδῶν καταρχόμενος. [blank] καλὸν οὖν αὐτῶι θῦμα τὸν σὸν ἐγὼ φόνον σπείσω." τοῦ δὲ ταῦτα μετὰ πικρᾶς ἀνατάσεως ἀπειλοῦντος, <ὁ προφήτης> ἐπὶ τὴν ἐν τῶι προδ̣ό̣μ̣ω̣ι̣ συμφυγὼν ἑστίαν, ἐφ' ἧς τὸ τῆς ἀθανάτου πυρᾶς τεθησαυρισμένον φυλάττεται <φ>ῶς. "φεῖσαι καὶ μὴ μιάνῃς," ἔλεγε, "Δαῦλι, τὸ τῆς Θέμιδος ἀρχαῖον ἵδρυμα μηδὲ τὸν ἀναίμακτον σηκὸν σφαγῆι φ̣[ύ]ρ̣ησαι." "οὐ προσίεμαι λόγον," εἶπεν ὁ Δαῦλις, "<οὐδ'> ἱκ̣έ̣τ̣ην, σ̣ὺ δὲ τοῖς ἄλλοις ἅπασιν ἃ δεῖ προλέγων ἃ̣ σ̣ὲ̣ δ̣ε̣ῖ̣ π̣αθεῖν οὔτι ἔγνως. παύσω δὲ πάν[τ]α[ς ἀνθρώπο]υς ψευδέσιν ἐξαπατωμένους χρησ[μ]οῖς. πο[ῖο]ς γὰρ ἐνθάδε νῦν Ἀπόλλων ἢ ποῖος ὀμφαλὸς γῆς δάφνηι καταστεφόμενος τὰ κοινὰ πάν[τω]ν ἀνθρώπων φόβητ̣ρ̣α καὶ τῆς ὑμετέρας ἐργας..[...]εδ..ατα; ὁ γὰρ Λατοῦς ἐκεῖνος τὸν οὐρανὸν ἔχει, τὴν δὲ γῆν ἡμεῖς· μισθοῦ δ' οὖ<ν> μαντεύων θεὸς ἀνθρώπο̣ι̣σ̣ παυσάσθω πεινῶντος ἔργον ἐπιτηδεύων [....]. γόητος· ἀλλὰ ταῦτ' ἐστιν ὑμέτερα σοφίσματ[α πίς-] τιν ἀπὸ λῃστείας κα[τα]σκευασαμένων. ἐπὶ σοὶ νῦν ποῦ τὸ ἄδυτο̣ν̣ ἢ καὶ αὐτὸ καταδέδυκεν; μισῶ δὲ μάντεις ἀ[λ]λοτρίων προφήτας κακῶν δίκτυα χρησμῶν εἰς [ν]ε̣[ῦ]ρα ἐργασίας πλέκτοντας." ταῦτα δὲ αὐτοῦ λέγοντος, ὁ προφήτης, "μάντις Ἀπόλλων," εἶπε, "καὶ Δελφῶν ἑστία καὶ θείωι στόματι προθεσπιζομένη χρησμ[ῶ]ν ἀψευδὴς ἀλήθεια καὶ χάσμα γῆς, χθονίου πνεύματος στόμιον

---

Erotica Adespota, Daulis (P. Berol. inv. 11517). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5003.tlg031.local001/.
