# Fragmenta 107

Eubulus, Fragmenta, 107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eubulus-comic/fragmenta-2/107
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eubulus-comic/fragmenta-2/107

ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θήλυς, οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων. ἐν δ’ ἐστὶν καὶ πολλά, καὶ ἂν τρώσῃ τις ἄτρωτος. τί ἐστι τοῦτο; τί ἀπορεῖς; B. Καλλίστρατος. A. πρῶκτὸς μὲν οὖν οὗτος. B. σὺ δὴ ληρεῖς ἔχων. A. οὗτος γὰρ αὐτὸς ἐστὶν ἄγλωττος, λάλος, ἕν ὄνομα πολλοῖς, τρωτός, ἄτρωτος, δασύς, λεῖος· τί βούλει; πνευμάτων πολλῶν φύλαξ. ἄττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλλος, αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων. ἰχνεύμων Αἰγύπτιος. τῶν γὰρ κροκοδείλων οὗτος ὤδ λαμβάνων, πρὶν θηριούσθαι τὸν γόνον καταγνύει, ἐπεὶτ’ ἀφανίζει· διότι δ’ ἐστ’ ἀμφίστομος; κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνει. οἶδ’ ἐγὼ ὅς νέος ὢν ἐστὶν βαρύς, ἂν δὲ γέρων ἤ, ἄπτερος ὢν κουφῶς πέτεται καὶ γῆν ἀφανίζει. πάππος ἀπ’ ἀκάνθης· οὗτος γὰρ νέος μὲν ὢν ἔστηκεν ἐν τῷ σπέρματι· ὅταν δ’ ἀποβάλῃ τοῦτο, πέτεται κουφὸς ὢν δήπουθεν, ὑπὸ τῶν παίδιων φυσώμενος. ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεκηνός, εἰς πόδας ἐκ κεφαλῆς τετρημένος, ὅξὺ διακρύ,

---

Eubulus Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001243.
