# Fragmenta 6.26

Euclid, Fragmenta, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euclid/fragmenta/6.26

κϚ΄. Ἔστω, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ἀπὸ Α∠ πρὸς τὸ ἀπὸ ∠ ὅτι τὸ ὑπὸ τῶν ΑΒΓ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς Β∠ τετραγώνῳ. κείσθω τῇ Γ∠ ἴση ἡ ∠Ε· τὸ ἄρα ὑπὸ ΕΑΓ μετὰ τοῦ ἀπὸ Γ∠, τουτέστιν τοῦ ὑπὸ Γ∠Ε, ἴσον τῷ ἀπὸ Α∠. ἐπεὶ οὗν ἐστιν, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ἀπὸ Α∠ πρὸς τὸ ἀπὸ ∠Γ, διελόντι ἐστίν, ὡς ἡ ΑΓ πρὸς τὴν ΓΒ, τουτέστιν ὡς τὸ ὑπὸ ΕΑΓ πρὸς τὸ ὑπὸ ΕΑ, ΒΓ οὕτως τὸ ὑπὸ ΕΑΓ πρὸς τὸ ὑπὸ Γ∠Ε ἴσον ἄρα ἐστὶν τὸ ὑπὸ ΑΕ, ΒΓ τῷ ὑπὸ Γ∠Ε. ἀνάλογον καὶ διελόντι ἐστίν, ὡς ἡ Α∠ πρὸς τὴν ∠Ε, τουτέστιν πρὸς τὴν ∠Γ, οὕτως ἡ ∠Β πρὸς τὴν ΒΓ καὶ λοιπὴ ἄρα ἡ ΑΒ πρὸς λοιπὴν τὴν Β∠ ἐστιν, ὡς ἡ Β∠ πρὸς τὴν ΒΓ. τὸ ἄρα ὑπὸ ΑΒΓ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς Β∠ τετραγώνῳ.

---

Euclid, Fragmenta, ed. Heinrich Menge. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1799.tlg016.local001/.
