Ancient Greek
Chapter 6
Euclid, Fragmenta 6.30
Not analysed yet
λ΄. Κύκλος, οὗ διάμετρος ἡ ΑΒ, καὶ ἀπὸ τυχόντος ἐπ᾿ αὐτὴν κάθετος ἡ ∠Ε, διήχθω ἡ ∠Ζ, ἐπεζεύχθω ἡ ΕΖ καὶ ἐκβεβλήσθω, καί, καθ᾿ ὃ συμπίπτει τῇ διαμέτρῳ, ἔστω τὸ Η· ὅτι ἐστίν, ὡς ἡ ΑΗ πρὸς τὴν ΗΒ, οὕτως ἡ ΑΘ πρὸς τὴν ΘΒ. ἐπεζεύχθωσαν αἱ ∠Α, ΑΕ, ΑΖ. ἐπεὶ οὖν ἐπὶ διάμετρον κάθετος ἡ ∠Ε, ἴση ἐστὶν ἡ ὑπὸ ∠ΑΒ τῇ ὑπὸ ΒΑΕ. ἀλλ᾿ ἡ ὑπὸ ∠ΑΒ τῇ ἐν τῷ αὐτῷ τμήματι ἴση ἐστὶν τῇ ὑπὸ ΘΖΒ, ἡ δὲ ὑπὸ ΒΑΕ ἴση ἐστὶν τῇ ἐκτὸς τετραπλεύρου τῇ ὑπὸ ΒΖΗ καὶ ἡ ὑπὸ ΘΖΒ ἄρα γωνία ἴση ἐστὶν τῇ ὑπὸ ΒΖΗ. καί ἐστιν ὀρθὴ ἡ ὑπὸ ΑΖΒ γωνία· διὰ δὴ τὸ λῆμμα γίνεται, ὡς ἡ ΑΗ πρὸς τὴν ΗΒ, οὕτως ἡ Α πρὸς τὴν ΒΘ.