# Optica β΄.

Euclid, Optica, β΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euclid/optica/%CE%B2%CE%84.

Τῶν ἴσων μεγεθῶν ἐν διαστήματι κειμένων τὰ ἔγγιον κείμενα ἀκριβέστερον ὁρᾶται. ἔστω ὄμμα μὲν τὸ Β, ὁρώμενα δὲ τὸ Γ∠ καὶ τὸ ΚΛ, χρὴ δὲ νοεῖν αὐτὰ ἴσα καὶ παράλληλα, ἔγγιον δὲ ἔστω τὸ Γ∠, καὶ προσπιπτέτωσαν ὄψεις αἱ ΒΓ, Β∠, ΒΚ, ΒΛ. οὐ γὰρ ἄμ εἴποιμ, ὡς αἱ ἀπὸ τοῦ ὄμματος πρὸς τὸ ΚΛ προσπίπτουσαι ὄψεις διὰ τῶν Γ, ∠ σημείων ἐλεύσονται. ἢ γὰρ τριγώνου τοῦ Β∠ΛΚΓΒ ἡ Κ Λ μείζων ἄν ἦν τῆς Γ∠ ὑπόκειται δὲ καὶ ἴση. οὐκοῦν τὸ Γ∠ ὑπὸ πλειόνων ὄψεων ὁρᾶται ἤπερ τὸ ΚΛ. ἀκριβέστερον ἄρα φανήσεται τὸ Γ∠ τοῦ ΚΛ· τὰ γὰρ ὑπὸ πλειόνων γωνιῶν ὁρώμενα ἀκριβέστερον φαίνεται.

---

Euclid, Optica, ed. Johan Ludvig Heiberg, Heinrich Menge. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1799.tlg009.local001/.
