# Optica κε΄.

Euclid, Optica, κε΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euclid/optica/%CE%BA%CE%B5%CE%84.

Σφαίρας διὰ δύο ὀμμάτων ὁρωμένης ἐὰν ἡ διάμετρος τῆς σφαίρας ἴση ᾖ τῇ εὐθείᾳ, ἐφʼ ἣν διεστήκασι τὰ ὄμματα ἀπʼ ἀλλήλων, τὸ ἡμισφαίριον αὐτῆς ὀφθήσεται ὅλον. ἔστω σφαῖρα, ἧς κέντρον τὸ Α, καὶ γεγράφθω ἐν τῇ σφαίρᾳ περὶ κέντρον τὸ Α κύκλος ὁ ΒΓ, καὶ ἤχθω διάμετρος αὐτοῦ ἡ ΒΓ, καὶ ἤχθωσαν ἀπὸ τῶν Β, Γ πρὸς ὀρθὰς αἱ Β∠, ΓΕ, τῇ δὲ ΒΓ παράλληλος ἔστω ἡ ∠Ε, ἐφʼ ἧς κείσθω τὰ ὄμματα τὰ ∠, Ε. λέγω, ὅτι τὸ ἡμισφαίριον ὅλον ὀφθήσεται. ἤχθω διὰ τοῦ Α ἑκατέρᾳ τῶν Β∠, ΓΕ παράλληλος ἡ ΑΖ τὸ ΑΒ∠Ζ ἄρα παραλληλόγραμμόν ἐστιν. ἐὰν δὴ μενούσης τῆς Α περιενεχθὲν εἰς τὸ αὐτὸ πάλιν ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι τὸ περιενεχθὲν σχῆμα, ἄρξεται μὲν ἀπὸ τοῦ Β, ἐλεύσεται δὲ καὶ ἐπὶ τὸ Γ καὶ τὸ Β, καὶ τὸ περιγραφὲν ὑπὸ τῆς ΑΒ σχῆμα κύκλος ἔσται, ὅς γε διὰ τοῦ κέντρου τῆς σφαίρας ἐστίν. ἡμισφαίριον ἄρα ὀφθήσεται ὑπὸ τῶν ∠, Ε ὀμμάτων.

---

Euclid, Optica, ed. Johan Ludvig Heiberg, Heinrich Menge. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1799.tlg009.local001/.
