# Opticorum recensio Theonis κ΄.

Euclid, Opticorum recensio Theonis, κ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euclid/opticorum-recensio-theonis/%CE%BA%CE%84.

Τὸ δοθὲν βάθος ἐπιγνῶναι, πηλίκον ἐστίν. ἔστω γὰρ τὸ βάθος, ὅ δεῖ ἐπιγνῶναι, πηλίκον ἐστίν, τὸ ΚΒ, καὶ κείσθω ὄμμα τὸ ∠, καὶ προσπιπτέτω ἀκτὶς ἡ ∠ΛΚ εἰς τὸ βάθος, καὶ ἤχθω ἀπὸ τοῦ ∠ παρὰ τὴν ΒΚ ἡ ∠Ζ. Δ ἐπεὶ παράλληλός ἐστιν ἡ ΒΚ τῇ ∠Ζ, καὶ ἐμπέπτωκεν ἡ ∠Κ, τὰς ἐναλλὰξ Β Λ γωνίας τὰς ὑπὸ ΒΚ Λ, Λ∠Ζ ἴσας ἀλλήλαις ποιεῖ. εἰσὶ δὲ καὶ αἱ κατὰ κορυφὴν αἱ πρὸς τῷ Λ ἴσαι ἀλλήλαις· καὶ ἡ λοιπὴ ἄρα γωνία τῇ λοιπῇ ἴση ἐστίν. ἰσογώνιον ἄρα ἐστὶ τὸ ΒΚ Λ τρίγωνον τῷ Λ∠ τριγώνῳ. ἔστιν ἄρα, ὡς ἡ ΛΖ πρὸς Ζ∠, ἡ ΛΒ πρὸς ΒΚ. δοθεὶς δὲ ὁ τῆς ΛΖ πρὸς Ζ∠ λόγος· δοθεὶς ἄρα καὶ ὁ τῆς ΛΒ πρὸς ΒΚ λόγος. καί ἐστι δοθεῖσα ἡ ∠Β δοθεῖσα ἄρα καὶ ἡ ΒΚ.

---

Euclid, Opticorum recensio Theonis, ed. Johan Ludvig Heiberg, Heinrich Menge. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1799.tlg010.local001/.
