Ancient Greek · ~3 min
Section 9
Euclid, Sectio canonis [Sp.] 9
Not analysed yet
Τὰ ἓξ ἐπόγδοα διαστήματα μείζονά ἐστι διαστήματος ἑνὸς διπλασίου. Ἐστω γὰρ εἶς ἀριθμὸς ὁ α. καὶ τοῦ μὲν α ἐπόγδοος ἔστω ὁ β, τοῦ δὲ β (p. 31) ἐπόγδοος ὁ γ, τοῦ δὲ ἐπόγδοος ὁ δ, τοῦ δὲ δ ἐπόγδοος ὁ ε, τοῦ ε ἐπόγδοος ὁ ζ, τοῦ ζ ἐπόγδοος ὁ η. λέγω, ὅτι ὁ η τοῦ α μείζων ἐστὶν ἢ διπλάσιος. Ἐπεὶ ἐμάθομεν εὑρεῖν ἑπτὰ ἀριθμοὺς ἐπογδόους ἀλλήλων, εὑρήσθωσαν οἱ α β γ δ ε ζ η, καὶ γίνεται ὁ μὲν α κϚ μύρια βρμδ, ὁ δὲ β κθ μύρια δϠιβ, ὁ δὲ γ λγ μύρια αψοϚ ὁ δὲ δ λζ μύρια γϲμη, ὁ δὲ ε μα μύρια θϠδ, ὁ δὲ ζ μζ μύρια βτ Ϟβ, ὁ δὲ η νγ μύρια αυμα καὶ ἔστιν ὁ η τοῦ α μείζων ἢ διπλάσιος.