# Fragmenta 141.1

Eudemus, Fragmenta, 141.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/141.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/141.1

μηνίσχου γὰρ τετραγωνισμὸν εὑρόντες τοῦ περὶ τὴν τοῦ τρηγώ- 1 νου πλευρᾶν ἤφοντο καὶ οὕτοι διὰ τοῦτον τὸν τοῦ κύκλου τετραγωνισμὸν εὑρηκέναι, ὡς τοῦ κύκλου παντὸς εἰς μηνίσχους διαιρεῖσθαι δυναμένου· τὸ γὰρ ἴσον τῷ μηνίσχῳ τετράγωνον τοσαυταπλάσιον ποιούντες, ὁσαπλάσιωι πάντες εἰσὶν οἱ μηνίσχοι, εἰς οὓς ὁ κύκλος διήρρηται, ἤφοντο τὸ τούτοις ἴσον τετράγωνον τοῖς μηνίσχοις ἴσον εἶναι καὶ τῷ κύκλῳ, ψεύδους λαμβάνοντες τὸ τὸν ὅλον κύκλον εἰς μηνίσχους διαιρεθῆναι δύνασθαι. ἐν γὰρ τῇ τοῦ κύκλου εἰς τοὺς μηνίσχους διαιρέσει ἀεὶ ὑπολείπεται τι ἐντὸς μέσον ἀμφίκυρτον περιλαμβανόμενον ὑπὸ τῶν ἐκατέρωθεν τοῦ μηνίσχου γραμμῶν, οὗ μήτε μηνίσχου ὄντος μήτε τετραγωνιζομένου οὐδ’ ἂν ὁ πᾶς κύκλος τετραγωνίζοιτο. οὐχ ὑγιὴς δὴ ἡ ἔνστασις ἢ πρὸς τὸν τοιούτον τετραγωνισμὸν· οὐ γὰρ χρεία τῷ τετραγωνίζοντι τὸν κύκλον διὰ τῶν μηνίσχων διελεῖν τὸν πάντα κύκλον εἰς μηνίσχους· οὐδὲ γὰρ οὐδ’ .εἰ τοῦτο εἴη, οὕδ’ οὕτως ὁ κύκλος τετραγωνίζεται διὰ τῶν μηνίσχων. οὐ γὰρ πᾶς ἐδείχθη μηνίσκος τετραγωνιζόμενος, καὶ μὴ διαιρουμένου δὲ παντὸς εἰς μηνίσχους πάλιν τετραγωνισθήσεται, ἂν συγχωρηθῶσιν οἱ περὶ τὰς τοῦ ἐξαγώνου τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου πλευρὰς περιγραφόμενοι μηνίσχοι τετραγωνίζεσθαι, καὶ μὴ μόνοι οἱ περὶ τὰς τοῦ τετραγώνου. κἀνταῦθα οὖν τοῦ ψευδογραφήματος αἰτῖον τὸ μόνον τετραγωνίσαντας μηνίσχον τὸν περὶ τὴν τοῦ τετραγώνου πλευρᾶν, ὡς πάντως τετραγωνιζομένων μηνίσχων ὁποιοὶ ποτ’ ἂν ὦσιν, εἰς οὓς ὁ κύκλος διαιρεῖται, οὕτω ποιεῖσθαι τὴν δεῖξιν. τινὲς δὲ φησιν ’Αλέξανδρος ἠγοῦνται, εἰ δεῖξαιμεν τετράγωνον ἀριθμὸν κυκλικὸν καὶ ἐν τοῖς μερέδεσι κύκλου τετραγωνισμὸν εὑρηκέναι. ἔστι δὲ φησι τετράγωνος μὲν ἀριθμὸς ὁ ἰσάκις ἴσος, κυκλικούς δὲ ἔλεγον ἀριθμοὺς τοὺς συντιθεμένους ἐκ τῶν καθεξῆς περιττῶν, οἷον ἑνὸς τριῶν πέντε

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
