# Fragmenta 153.1

Eudemus, Fragmenta, 153.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/153.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/153.1

εἰ ἔστιν ἐπιστήμς, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστι πῶ, τὸ δὲ ἐπιστητὸν ἔστι, καίτοι τοῦ Χίου Ἰπποκράτους πρὸ Ἀριστοτέλους ὄντος, ὥστε καὶ τὸν Εὐδῆμον ἐν τοῖς παλαιωτέροις αὐτὸν ἀριθμεῖν. μήποτε οὖν οὐ καθόλου πᾶς μηνίσκος ἐτετραγωνίσθη ὑπὸ τοῦ Ἰπποκράτους· χλν γὰρ ἡ ἐκτὸς τοῦ μηνίσκου περιφέρειας ὁρισθῇ ἀλλ’ ἐκείνης κειμένης τὰς ἐντὸς τοῦ μηνίσκου περιφερείας ἀπεῖρους ἤτοι ἐπ’ ἀπειρον ἄλλην καὶ ἄλλην γράψειν δυνατὸν ἐπ’ ἀπειρον διηρημένου τοῦ ἐπιπέδου, ὥστε τῆς ἐκτὸς τῆς αὐτῆς μενούσης τοὺς μὲν μείζονας τοὺς δὲ ἐλάττονας εἶναι τῶν μηνίσκων, αὐτὸς δὲ τὴν ἐντὸς περιφέρειαν ὡρισμένην ἔλαβεν, ὁμοιον 10 γὰρ αὐτὴν τμήμα ἀποτέμνουσαν τοῖς πρὸς τῇ ἐκτὸς περιφερείᾳ συνισταμένοις τμήμασιν ἔλαβεν φ τὰ μὲν τοῦ πρώτου θεωρήματος, ἐπὶ τετραγωνικῆς ἤν πλευρᾶς τὰ δὲ ἐν τοῖς ἄλλοις ἐπὶ ἀορίστων, ὥστε οὐ πᾶς ἐτετραγωνίσθη μηνίσκος ἀλλ’ οἱ τὴν ἐντὸς περιφέρειαν ὁμοίαν σχόντες τοῖς πρὸς τῇ ἐκτὸς συνισταμένοις τμή-15 μασι καὶ αὐτοῖς ὁρισμένοις πως οὕσι. ταῦτα μὲν οὖν περὶ τῆς τῶν μηνίσκων ψευδογραφίας.

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
