# Fragmenta 176.9

Eudemus, Fragmenta, 176.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/176.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/176.9

τῶν δὲ ὑποθετικῶν δεομένων τῶν κατηγορικῶν, εἴπωμεν νοημάτων, φωνῶν, πάλιν δ' αὐ καὶ τούτων ἐφεξῆς ὄντων ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς, ὡς γνωσόμεθα, τοῦ ἡγουμένου, τοῦ συνημμένου, τοῦ ἐπομένου, τῆς προσλήψεως, τοῦ συμπεράσματος, οἱ μὲν Περιπατητικοὶ τῇ κοινῇ συνήθειά κεχρημένοι τὰ μὲν πράγματα αὐτὸ τοῦτο πράγματα ὤνόμασαν, καὶ τὰ νοήματα ὡσαύτως, ὁμοίως δὲ καὶ τὰς φωνάς, ἐπὶ δὲ τὸ ἡγοῦμενον ἐν τοῖς ὑποθετικοῖς αὐτὸ τοῦτο ἡγοῦμενον, καὶ τὸ ἐπόμενον ὡσαύτως, οἷον τὸ εἰ ἡμέρα ἐστι τοῦτο ἡγοῦμενον, τὸ δὲ ἥλιος ὑπὲρ γῆν τοῦτο ἐπόμενον. Ἐπεὶ γὰρ τῷ πρώτῳ τὸ δεύτερον. τὸ δὲ ὅλον τοῦτο, εἰ ἡμέρα ἐστι, ἥλιος ὑπὲρ γῆν ἐστι, τοῦτο συνημμένον διὰ τὸ συνῆφθαι ταῦτα ἀλλήλοις. τὸ δὲ ἀλλὰ μὴν ἡμέρα ἐστι τοῦτο οἱ Περιπατητικοὶ μετάληψιν καλοῦσι διὰ τὸ μεταλαμβάνεσθαι ἐκ δευτέρου· ἥδη γὰρ ἐλήφθη ἐν τῷ ἡγουμένῳ. τὸ δὲ ἥλιος ἄρα ὑπὲρ γῆν τοῦτο συμπέρασμα. οὕτω μὲν οὖν οἱ Περιπατητικοί, οἱ δὲ Στωικοὶ καινοτέραν βαδίζοντες τὰ μὲν πράγματα τυγχάνοντα ὤνόμασαν, διότι τῶν πραγμάτων τυχεῖν βουλόμεθα, τὰ δὲ νοήματα ἐκφορικά, διότι ἄπερ ἐν ἑαυτοῖς νοοῦμεν, ταῦτα εἰς τὸ ἔξω προφέρομεν, τὰς δὲ φωνὰς λεκτά, τὸ δὲ ἡγοῦμενον καὶ αὐτοὶ ἡγοῦμενον ἐκάλεσαν· κατὰ τοῦτο γὰρ μόνον συμφωνοῦσι τοῖς Περιπατητικοῖς. τὸ δὲ ἐπόμενον λῆρον, τὸ δὲ συνημμένον τροπικόν, διότι τρεπόμεθα ἐκ τοῦ ἡγουμένου εἰς τὸ ἐπόμενον, εἰ ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆν ἐστι. τὴν δὲ μετάληψιν πρόσληψιν, καὶ ἔμενε τοῦτο ἐν τῇ συνήθειά, τὸ δὲ συμπέρασμα ἐπιφοράν, διότι τοῖς ἄλλοις πᾶσιν ἐπιφέρεται. ταῦτα μὲν οὖν τὰ ὀνόματα, οἷς χέχρηνται οἱ Περιπατητικοὶ καὶ Στωικοί.

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
