# Fragmenta 178.1

Eudemus, Fragmenta, 178.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/178.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/178.1

μνημονεύει, ἀλλὰ καὶ Εὐδήμος καὶ τινες ἄλλοι τῶν ἐταίρων αὐτοῦ. Aristot. Analyt. poster. II, 13 p. 97 b. οὐδὲν δὲ δεῖ τὸν ὁρίζομενον καὶ διαφορούμενον ἅπαντα εἰδέναι τὰ ὄντα. καίτοι ἀδύνατόν φασί τινες εἶναι τὰς διαφορὰς εἰδέναι τὰς πρὸς ἕκαστον μὴ εἰδότα ἕκαστον· ἄνευ δὲ τῶν διαφορῶν οὐχ εἶναι ἕκαστον εἰδέναι· οὐ γὰρ μὴ διαφέρει, ταὐτὸν εἶναι τούτω, οὐ δὲ διαφέρει, ἕτερον τούτου. πρῶτον μὲν οὖν τοῦτο ψεῦδος· οὐ γὰρ κατὰ πᾶσαν διαφορὰν ἕτερον· πολλαὶ γὰρ διαφοραὶ ὑπάρχουσι τοῖς αὐτοῖς τῷ εἴδει, ἀλλ’ οὐ κατ’ οὐσίαν οὔτε καθ’ αὐτά. εἴπα δταν λάβῃ τὰντικείμενα καὶ τὴν διαφορὰν καὶ ὅτι πᾶν ἐμπίπτει ἐνταῦθα ἢ ἐνταῦθα, καὶ λάβῃ ἐν ἑατέρῳ τὸ ζητούμενον εἶναι καὶ τοῦτο γινώσκη, οὐδὲν διαφέρει εἰδέναι ἢ μὴ εἰδέναι ἐφ’ ὧν κατηγοροῦνται ἄλλων αἱ διαφοραὶ. φανερὸν γὰρ ὅτι ἂν οὕτω βαδίζων ἐλθῇ εἰς ταῦτα ὧν μηκέτι ἐστι διαφορὰ, ἔχει τὸν λόγον τῆς οὐσίας. τὸ δ’ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ἢ ἀντικείμενα ὧν μὴ ἐστι μεταξύ, οὐχ αἴτημα· ἀνάγκη γὰρ ἅπαν ἐν ἑατέρῳ εἶναι τῶν, εἴπερ ἐκείνου διαφορὰ ἔσται.

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
