# Fragmenta 18.2

Eudemus, Fragmenta, 18.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/18.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/18.2

Simplicius fol. 3. ὁ μέντοι Εὐδήμος ἀρχόμενος τῶν φυσικῶν ἀνωτέρω τὸν λόγον ἐπήγαγε καὶ δεῖξας ὅτι πρὸς μὲν τὰς πράξεις εὐχρηστότερον εἰδέναι τὰ καθ’ ἕκαστα, πρὸς δὲ θεωρίαν τὰ κοινά, κοινότατόν φησι φαίνεται περὶ τὰς ἐπιστήμας τὸ τῶν ἀρχῶν ὑπάρχειν· γὰρ τινες καθ’ ἕκαστην. τούτων δὲ οὕτως ἔχόντων ἀναγκαῖον τῷ φυσιολογοῦντι τὰς ἀρχὰς πρῶτον ἐπισκέψασθαι .. ἔστι δὲ ἀξίων ζητεῖν τί ἀρχὴ καὶ τί αἴτιον καὶ τί στοιχεῖον; καὶ γὰρ ὁ μὲν Ἀλέξανδρος διαφέρειν ταῦτα ἀλλήλων φησι τῇ ἀρχῇ μὲν λέγεσθαι ἰδίως τὸ ποιητικὸν ἤδη ἢ ἀρχὴ τῆς κινήσεως, αἴτιον δὲ τὸ οὐ ἕνεκα καὶ τὸ εἶδος· ἐν γὰρ τοῖς φύσει τὸ οὐ ἕνεκα τοῦτο. στοιχεῖον δὲ τὸ ἐνυπάρχον ὡς τὴν ὕλην. ἔοικε δὲ τῷ Εὐδήμῳ κατακολουθεῖν ὁ Ἀλέξανδρος λέγων, ὅτι τοῦ αἰτίου τετραχῶς λεγομένου τὸ μὲν στοιχεῖον κατὰ τὴν ὕλην λέγεται ἐνυπάρχειν γὰρ δοκεῖ τὰ στοιχεῖα, ὡς περ ἐν διαλέκτῳ τὰ γράμματα· οὕτω καὶ ὁ χαλκὸς αἴτιος λέγεται τῆς πολυχρονιότητος τῶν ἔργων. αἴτιον δὲ λέγεται καὶ ὅθεν ἡ κίνησις, φαμέν δὲ εἶναι ταύτην ἀρχήν, ὅθεν λοιδορίας νεῖκος ἀρχή. τὴν μὲν οὖν ἀρχὴν καὶ τὸ στοιχεῖον οὕτω λέγουσιν αἴτια, τὸ δὲ οὐ ἕνεκα οὐχ ἐπιδέχεται τὸν τοῦ στοιχείου λόγον· οὐ γὰρ ἐνυπάρχει ἐν τῷ αἰτιατῷ, οἷον ἐν τῷ περιπατεῖν ἡ ὑγίεια, οὔδ’ ἀρχὴ τοῦ περιπατεῖν ἡ ὑγίεια φαίνεται, ἀλλὰ μᾶλλον αἰτία. τὸ δὲ οὐ ἕνεκα καὶ τὸ εἶδος σύνἐργος

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
