# Fragmenta 189.1

Eudemus, Fragmenta, 189.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/189.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/189.1

Asclepius in Arist. Metaph. p. 519b 33. ὁ δὲ τρόπος τῆς συντάξεως, ὅτι ἐστὶν ἡ παροῦσα πραγματεία οὐχ ὁμοίως ταῖς ἄλλαις ταῖς τοῦ Ἀριστοτέλους συγχεροτημένη, οὐδὲ τὸ εὐτακτὸν τε καὶ συνεχὲς ἔχειν δοκοῦσα, ἀλλὰ τινὰ μὲν λείπει ὡς πρὸς τὸ συνεχὲς τῆς λέξεως, τὰ δὲ ἐξ ἄλλων πραγματειῶν ὁλόκληρα μετενῄγκται καὶ πολλάκις τὰ αὐτὰ λέγει. ἀπολογοῦνται δὲ ὑπὲρ τούτου καὶ καλῶς ἀπολογοῦνται, ὅτι γράψας τὴν παροῦσαν πραγματείαν ἐπεμφεν αὐτὴν Εὐδήμῳ τῷ ἑταίρῳ αὐτοῦ τῷ Ῥοδίῳ, εἶτα ἐκεῖνος ἐνόμισε μὴ εἶναι καλὸν ὡς ἐτυχεν ἐκδοθῆναι εἰς πολλοὺς τηλικαύτην πραγματείαν. ἐν τῷ οὖν μέσῳ χρόνῳ ἐτελεύτησε καὶ διεφθάρησάν τινα τοῦ βιβλίου. μὴ τολμῶντες δὲ προσθεῖναι οἷκοθεν οἱ μεταγενέστεροι διὰ τὸ πολὺ πᾶνῦ λείπεσθαι τῆς τοῦ ἀνδρὸς ἐννοίας μετήγαγον ἐκ τῶν ἄλλων αὐτοῦ πραγματειῶν τὰ λείποντα ἀρμόσαντες, ὡς ἧν δυνατόν . . . . τὸ γὰρ μείζον ἄλφα περὶ οὗ νῦν πρῶτως διαλέγεται, οὐ φασιν εἶναι αὐτοῦ, ἀλλὰ Πασιχλέους τοῦ υἱοῦ Βοηδοῦ, ἀδελφοῦ Εὐδήμου τοῦ ἑταίρου αὐτοῦ. οὐκ ἔστι δὲ ἀληθές· σῴζεται γὰρ ἡ τοῦ Ἀριστοτέλους δεινότης καὶ ἐκ τῆς λέξεως καὶ ἐκ τῆς θεωρίας καὶ πολὺ πλεῖον ὅτι μέμνηται αὐτοῦ ἐν τῷ ἐλάττονι ἄλφα.

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
