# Fragmenta 20.9

Eudemus, Fragmenta, 20.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/20.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/20.9

ἥτοι ἑτέρας ἐπιστήμης ἢ πα γραμμὴ καὶ τῶν ἄλλων ἕκαστον, περὶ δὲ τῶν ἀρχῶν οἷας αὐτοὶ λέγουσιν, οὐδ’ ἐπιχειροῦσιν ἀποφαίνειν, ἀλλ’ οὐδὲ φασιν αὐτῶν εἶναι ταῦτα ἐπισκοπεῖν, ἀλλὰ τούτων συγχωρουμένων τὰ μετὰ ταῦτα δεικνύουσιν. εἰ δὲ ἕστιν ἕτερα τις περὶ τὰς γεωμετρικὰς ἀρχάς, ὁμοίως δὲ καὶ τὰς ἀριθμητικὰς καὶ τῶν ἄλλων ἕκαστα, πότερον μία τις περὶ τὰς ἁπάσων ἀρχὰς ἕστιν, ἢ καθ’ ἕκάστην ἄλλη; εἰτε δὲ μία ἕστι κοινὴ τις, εἰτε καθ’ ἕκάστην ἴδια, δεήσει καὶ ἐν αὐταῖς ἀρχὰς τινὰς εἶναι. πάλιν οὖν ἐπιζητήσεται τὸν αὐτὸν τρόπον, εἰ καὶ τῶν οἰκείων ἀρχῶν εἰσὶν αὐταὶ ἢ ἄλλαι τινές. ἕτέρων μὲν οὖν γινομένων εἰς ἄπειρον πρόεισιν, ὥστε οὐκ ἕσονται τῶν ἀρχῶν ἐπιστήμων ἀρχαὶ γὰρ εἶναι δοκοῦσιν αἱ ἄνωτεραι δεῖ. εἰ δὲ στήσονται καὶ ἕσονται τινες ἢ καὶ μία τις τῶν ἀρχῶν οἰκεῖα ἐπιστήμη, ζητήσεται καὶ λόγου δεήσει, διὰ τί αὕτη μὲν ἕστι τῶν τε ὁφ’ ἑαυτὴν καὶ τῶν οἰκείων ἀρχῶν, αἱ δὲ ἄλλαι οὔ. πλασματικῷ γὰρ ἕοικε τὸ ἴδιον, εἰ μὴ διαφορά τις ἐμφέρεται. ταῦτα μὲν οὖν ἕτερας ἄν εἴη φιλοσοφίας ἀκριβοῦν.

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
