# Fragmenta 27.1

Eudemus, Fragmenta, 27.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/27.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/27.1

Αυκόφρων ἦν, ἀλλ’ ἄνθρωπον μὲν ἔλεγον εἶναι, ἄνθρωπον δὲ λευχὸν εἶναι οὐκ ἔφασαν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκαστον· οὐδαμοῦ γὰρ τὸ εἶναι προσῆπτον, ἀλλ’ ἐν ἡ καθἑκαστον. Πλάτων δὲ τὸ ἐστιν οὐκ ψετο σημαίνειν ὅπερ ἐπὶ τοῦ ἀνθρώπου, ἀλλ’ ὡςπερ τὸ φρόνιμός ἐστι τὸ φρονεῖν καὶ τὸ καθήμενός ἐστι τὸ καθῆσθαι, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει καὶ εἰ μὴ κεῖται ὀνόματα. πρὸς μὲν οὖν τὰ κατηγορικῶς πολλὰ ποιούντα τὸ ἐν τοῦτον ἀπήγτων τὸν τρόπον, πρὸς δὲ τὰ κατὰ μερισμὸν οὐχ εὐπάρουν. ἐστι δὲ ὡς ἔοιχε, τὸ διορίζειν ἑκαστον ποσαχῶς λέγεται μέγα πρὸς ἀλήθειαν. Πλάτων τε γὰρ εἰσαγαγὼν τὸ διισθὸν πολλάς ἀπορίας ἐλυσε πραγμάτων, ὧν νῦν οἱ σοφισταὶ καταφεύγουσιν ὡςπερ ἐπὶ τὰ εἴδη, καὶ πρὸς τούτοις τοὔνομα τῶν λόγων ἀφώρισε. πρὸς δὲ τὴν τοῦ ἑνὸς ἀπορίαν ἄχος ἐφάνη ἢ τοῦ ὄντος διαιρέσεις. ἦν δ’ αὐτὴ τοῖς φιλοσοφοῦσιν ἐμπόδιος καὶ ἐπὶ μικρὸν ἐχρῶντο αὐτῇ. ἐστι δὲ σοφὸν τὸ καλῶς ἑκάστῳ χρήσθαι· οἱ τε γὰρ ταῖς ἀρχαῖς χρώμενοι οὐδὲν προάγουσιν, ἢ γὰρ ἀρχὴ πολύχουν, οἱ τε τὰς μὴ ἀρχὰς ποιούμενοι ἀδυνατοῦσι προῖέναι διὰ τὸ μὴ ἔχειν ἀφ’ οὗ. ἐνεργεία δὲ καὶ δυνάμει ἐπιστήμονας μὲν ἔλεγον καὶ ἀνδρείους καὶ ὅσα τοιαῦτα, ἐν δὲ οὐκ ἔλεγον οὐδὲ πολλά. φαίνεται δὲ περὶ πάντα ὡς εἰπεῖν ἢ διαιρέσεις αὐτῇ. εἰ γὰρ

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
