# Fragmenta 35.1-9

Eudemus, Fragmenta, 35.1 to 35.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/35.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/35.1

ἀλλ' ὡσπερ ἐστιν δεῖ οὕτω καὶ τὸ μέγεθος ἄπειρον δεῖ ἀίδιον οὔτε ἄπειρόν ἐστιν, ὥστε τὸ μὴ ἔχον ἀπειρὸν ἐστιν· ἀπὸ τοῦ ἀπείρου δὲ τὸ ἐν συνελογίσατο ἐκ τοῦ εἰ μὴ ἐν εἴη, περανεῖ πρὸς ἄλλο. τοῦτο δὲ αἰτιᾶται Εὐδήμους ὡς ἀδιορίστως λεγόμενον γράφων οὕτως εἰ δὲ δή συγχωρήσειέ τις ἄπειρον εἶναι τὸ ὂν, διὰ τί καὶ ἐν ἔσται; οὐ γὰρ δι' ὅτι πλεῖονα, περανεῖ πρὸς πρὸς ἄλληλα. δοκεῖ γὰρ καὶ ὁ παρεληλυθὼς χρόνος περαίνειν πρὸς τὸν παρόντα. πᾶντη μὲν οὖν ἄπειρα τὰ πλεῖω τάχα οὐχ ἂν εἴη, ἐπὶ ἕτερα δὲ φαίνεται ἐνδέχεσθαι. χρὴ οὖν διορίσαι πῶς ἄπειρα χρῆ εἶναι. οὐχ ἂν εἴη εἰ πλείω. τὸ ὂν οὐ γέγονε, i. e. δεῖ ἦν τὸ ὂν οὐ φθαρήσεται, i. e. δεῖ ἔσται τὸ ὂν ἀρχὴν οὐχ ἔχει τὸ ὂν τελευτὴν οὐχ ἔχει τὸ ὂν ἄπειρον τὸ ὂν ἐν τὸ ὂν ἀκίνητον μέγεθος δὲ οὐ τὸ διαστατὸν φησιν· αὐτὸς γὰρ ἀδιαιρετὸν τὸ ὂν δεῖκνυσιν. εἰ γὰρ διήρηταί φησι τὸ ἕν, κινεῖται· κινούμενον δὲ οὐχ ἂν εἴη ἅμα. μέγεθος οὖν τὸ διάριμα αὐτὸ λέγει τῆς ὑποστάσεως. ὅτι γὰρ ἀσώματον εἶναι βούλεται τὸ ὂν, ἐδήλωσεν εἰπών, εἰ μὲν ὂν εἴη, δεῖ αὐτὸ ἐν εἶναι· ἐν δὲ ὂν δεῖ αὐτὸ σῶμα μὴ ἔχειν. καὶ ἐφεξῆς δὲ τῷ αὐτῷ τὸ ἄπειρον κατὰ τὴν οὐσίαν συνέταξεν εἰπών, ἀρχὴν δὲ καὶ τέλος ἔχον οὐδὲν οὔτε Aristoteles I, 3. pag. 186, 16. ἐπειτα καὶ διὰ τί ἀκίνητον εἰ ἔν; ὡςπερ γὰρ καὶ τὸ μέρος ἐν ὃν τοῦτὶ τὸ ὕδωρ κινεῖται ἐν αὐτῷ, διὰ τί οὐ καὶ τὸ πᾶν; ἐπειτα ἀλλοίωσις διὰ τί οὐχ ἂν εἴη;

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
