# Fragmenta 36.2

Eudemus, Fragmenta, 36.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/36.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/36.2

Simplicius fol. 24. ὁ Μέλισσος δεῖξας τὸ ἄπειρον ἐκ τοῦ μήτε ἀρχὴν μήτε τέλος ἔχειν, ἐκ δὲ τοῦ ἀπείρου τὸ ἓν εἶναι, ἔφεξῆς καὶ ὅτι ἀκίνητον δείκνυσιν, ὡς ὁ Ἀλέξανδρός φησι τῷ τὸ κινούμενον ἢ διὰ πλήρους ὀφείλειν κινεῖσθαι, ἢ διὰ κενοῦ· οὕτω δὲ καὶ ἄλλο τι ἐσεσθαι. ὅτι δὲ διὰ μὲν πλήρως οὐχ οἷόν τέ τι κινηθῆναι, κενόν τε μὴ δύνασθαι ἐν τοῖς οὖσιν εἶναι· μηδὲν γὰρ εἶναι τὸ κενόν, ὄντος δὲ μηκέτι ἐσεσθαι ἄπειρον τὸ ὃν· εἰ γὰρ εἴη μεθίστασθαι δυνάμενον ἐν ἑαυτῷ, δῆλον ὡς μεῖζον ἂν αὐτοῦ εἴη, οὐδὲν δὲ μεῖζον τοῦ ἀπείρου. ταῦτα μὲν οὕτως αὐτῇ λέξει φησὶν ὁ Ἀλέξανδρος... ὅτι δὲ οὐχ ὡς Ἀλέξανδρος ἠκούσεν, οὕτως ἡ ἀπόδειξις προῆλθεν, ἐκ τοῦ τὸ κινούμενον ἢ διὰ πλήρους ὀφείλειν κινεῖσθαι ἢ διὰ κενοῦ, ἀλλ’ ὅτι αὐτὸ τὸ ὃν πλήρες εἶναι, δηλοῖ καὶ ὁ Εὐδήμους λέγων·

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
