# Fragmenta 38.2

Eudemus, Fragmenta, 38.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/38.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/38.2

καὶ μέχρι τούτου τὰ περὶ Παρμενίδην προαγαγὼν ἐπὶ Ἀναξαγόραν μετέβη . . . οὕτως μὲν οὖν οἱ κατὰ Θεόφραστον προτάσεις ψευδεῖς οὐσαὶ διελέγχονται. ὡς δ' ἀσυμπέραντοι, ὅτι τὸ μὲν ἀκολούθως ἐπαχόμενον συμπέρασμα ἦν, τὸ παρὰ τὸ ὃν οὐδέν, ὁ δὲ ἐπήγαγεν ἐν ἄρα τὸ ὃν. κἂν μοναχῶς δέ τις ὑπόθηται τὸ ὃν λέγεσθαι, ὡς μνημονεύει ὁ Εὐδήμους, ψευδὸς καὶ οὕτω λαμβάνει. οὐ γὰρ μοναχῶς τὸ ὃν, εἴγε δεκαχῶς, ἔπειτα οὐδὲ οὕτω συμπεραίνει ὅτι ἐν τὸ ὃν. κἂν ὑπόθηται δέ τις μηδὲν ἄλλο παρὰ τὴν οὐσίαν εἶναι, οὐδὲν κωλύει οὐσίας μὲν εἶναι μόνας, πολλὰς δὲ ταύτας, ὥσπερ καὶ ὁ Εὐδήμους ἐδήλωσε διὰ τοῦ οὐδὲ εἰ τις αὐτῷ συγχωρήσει μοναχῶς λέγεσθαι τὸ ὃν, καὶ τὸ ἐξῆς δὲ· ὡς γὰρ εἰ πάντα τὰ ὄντα χαλὰ εἴη καὶ μηδὲν εἴη λαβεῖν, ὁ οὐχ ἔστι χαλόν, χαλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἐν γε τὸ χαλὸν ἀλλὰ πολλά, τὸ μὲν γὰρ χρῶμα χαλὸν ἔσται, τὸ δὲ ἐπιτήδευμα, τὸ δὲ ὁτιδήποτε, (τὸ δ' αὐτὸ ἐπὶ τοῦ λευκοῦ ἐδειξεν ὁ Ἀριστοτέλης,) οὕτω δὴ καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ' οὐχ ἐν οὐδὲ τὸ αὐτό, καὶ ψευδὴς ἡ ἐπιφορὰ ἡ λέγουσα, ἐν ἄρα τὸ ὃν, καὶ οὐχ ἐκ τῶν κειμένων συνημμένη. κἂν γὰρ μοναχῶς

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
