# Fragmenta 41.1-42.19

Eudemus, Fragmenta, 41.1 to 42.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/41.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/41.1

Simplicius fol. 29. καὶ ὁ Εὐδήμος δὲ τῷ Ἀριστοτέλει πάντα κατακολουθῶν τοῦ ὅπερ ὢντος ἐκεῖνος οὐχ ἤκουσεν ὡς γένους. ἐν γοῦν τῷ πρώτῳ τῶν φυσικῶν περὶ Παρμενίδου λέγων ταῦτα γέγραφεν ὡς Ἀλέξανδρός φησιν. ἐγὼ γὰρ οὐχ εὕρον ἐν τῷ Εὐδημίῳ τὴν λέξιν ταύτην τὸ μὲν οὖν κοινὸν οὐκ ἂν λέγοι· οὔτε γὰρ ἐζητεῖτό πω τὰ τοιαῦτα, ἀλλὰ ὕστερον ἐκ τῶν λόγων προῆλθεν, οὔτε ἐπιδέχοιτο ἂν ἂ τῷ ὄντι ἐπιλέγει. πῶς γὰρ ἔσται τοῦτο μέσσοθὲν ἰσοπαλὲς καὶ τὰ τοιαῦτα; τῷ δὲ οὐρανῷ φησὶ σχεδὸν πάντες ἐφαρμόσουσιν οἱ τοιοῦτοι λόγοι. Simplicius in Arist. Phys. fol. 31. ὅτι μὲν οὖν οὐ τῶν γινομένων τι καὶ φθειρομένων ὁ Παρμενίδης ἐν τῷ ὄν τίθεται, δηλοῖ τὸ σημεῖον αὐτοῦ ἐν τῷ ἀγέννητον καὶ ἀφθαρτον λέγων ἐν οἷς φησι μόνος δ' ἐτι μῦθος ὁδοῦ λείπεται ὡς ἔστιν, ταύτῃ δ' ἐπὶ σήματ' ἕασι πολλὰ μᾶλ' ὡς ἀγέννητον ἔον καὶ ἀνώλεθρόν ἐστιν. οὐ μὴν οὐδὲ σωματικὸν ὅλως τὸ ἓν ὄν εἶναι βούλεται εἴπερ ἀδιαίρετον αὐτὸ φησι λέγων οὔδὲ διαιρετὸν ἔστιν ἐπεὶ πᾶν ἔστιν ὁμοιον ὥστ' οὔδὲ τῷ οὐρανῷ ἐφαρμόττει τὰ παρ' αὐτοῦ λεγόμενα, ὡς τινὰς ὑπολαμβάνειν ὁ Εὐδήμος φησιν ἀκούσοντας τοῦ πάντοθεν εὐλόχλου σφαίρης ἐναλίγκιον ὄγκω ἔστιν ἐλάχιστον μέγεθος, κατὰ δὲ τὸ ποιὸν ὅτι ἀχώριστα τὰ πᾶδη. Simplicius fol. 37 b. εἰπόντος τοῦ Ἀναξαγόρου· οὐδὲ διακρίνεται οὐδὲ ἀποκρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι, 15 καὶ ἀλλαγῶν· οὐδὲ ἀποχέκοπται πελέχει οὔτε τὸ θερμὸν ἀπὸ τοῦ ψυχροῦ οὔτε τὸ ψυχρὸν ἀπὸ τοῦ θερμοῦ, οὐ γὰρ εἶναι τὸ εἰλικρινὲς καθ’ αὑτό, τοῦτο φησιν οὐχ εἰδότως μὲν λέγεται. οὐ γὰρ διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι συμβαίνει τὸ μὴ διακρίνεσθαι, συμβαίνει μέντοι, διὸ κἂν μὴ εἰδότως, ἀλλ’ ὅμως ἀληθῶς λέγεται· τὰ γὰρ 20 πᾶδη, τούτεστι τὰ συμβεβηκότα ἀχώριστα τῆς οὐσίας ἐστίν, οὐ γὰρ διαρετὸς ὁ οὐρανός. ἀλλ’ οὐδὲ ὁμοιος σφαῖρα, ἀλλὰ οἷον τὰ χρώματα καὶ αἱ ἕξεις· μεμιγμένης γὰρ τῆς οὐσίας καὶ

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
