# Fragmenta 53.3

Eudemus, Fragmenta, 53.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/53.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/53.3

Aristoteles III, 1. p. 200 b, 32. οὐχ ἔστι δὲ κίνησις παρὰ τὰ πράγματα· μεταβάλλει γὰρ τὸ μεταβάλλον ἀεὶ ἢ κατ’ οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον. κοινὸν δ’ ἐπὶ τούτων οὐδὲν ἔστι λαβεῖν, ὡς φαμέν, ἢ οὔτε τόδε οὔτε ποσὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων κατηγορημάτων οὐδέν. ὥστ’ οὐδὲ κίνησις οὐδὲ μεταβολὴ οὐδενὸς ἔσται παρὰ τὰ εἰρημένα μηδενὸς γε ὄντος παρὰ τὰ εἰρημένα. ἕκαστον δὲ ὁχῶς ὑπάρχει πᾶσιν οἷον τὸ τόδε· τὸ μὲν γὰρ μορφὴ αὐτοῦ, τὸ δὲ στέρησις· καὶ κατὰ τὸ ποιόν· τὸ μὲν γὰρ λευκὸν τὸ δὲ μέλαν· καὶ κατὰ τὶ ποσόν· τὸ μὲν γὰρ τέλειον τὸ δ’ ἀτελές. ὁμοίως δὲ καὶ κατὰ τὴν φοράν· τὸ μὲν ἄνω τὸ δὲ κάτω, ἢ τὸ μὲν κοῦφον τὸ δὲ

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
