# Fragmenta 74.3-75.5

Eudemus, Fragmenta, 74.3 to 75.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/74.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/74.3

25 πρὸς δὲ Ζήνωνι φήσομεν πολλαχῶς τὸ ποῦ λέγεσθαι. εἰ μὲν οὖν ἐν τόπῳ ἡξίωκεν εἶναι τὰ ὄντα, οὐ καλῶς ἀξιοῖ· οὔτε γὰρ ὑγείαν οὔτε ἀνδρίαν οὔτ’ ἄλλα μυρία φαίη τις ἂν ἐν τόπῳ εἶναι. οὐδὲ δὴ ὁ τόπος τοιοῦτος ὧν οἷος εἴρηται. εἰ δὲ ἄλλως τὸ ποῦ, χἂν ὁ τόπος εἴη ποῦ· τὸ γὰρ τοῦ σώματος τοῦτο οὐ προέλαβεν ἀκίνητον εἶναι τὸν τόπον, ὅτι χρείαν εἶχεν ὡς ἀγγείῳ τῷ τόπῳ τέως χρῆσασθαι διὰ τὴν ἀπὸ τοῦ ἄγγειου πολλαχοῦ πρὸς τὸν τόπον χειραγωγίαν, καίτοι καὶ τοῦ Θεοφράστου καὶ τοῦ Εὐδήμου, ὡς εἴρηται πρότερον, τὸ ἀκίνητον ὡς ἐν τῶν περὶ τόπου ἀξιωμάτων προειληφότων. Idem fol. 141 b. ἀλλὰ μὴν καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον ὁ μὲν Θεόφραστος καὶ Εὐδήμους ὡς ἀξίωμα καὶ αὐτὸ προσλαμβάνουσιν, ὁ δὲ Ἀριστοτέλης τῷ ὁρισμῷ προστίθησι λέγων· ὥστε τὸ τοῦ περιέχοντος πέρας πρῶτον ἀκίνητον τοῦτ' ἐστὶν ὁ τόπος. πέρας ἐστὶ τοῦ σώματος ποῦ· ἔσχατον γάρ. Aristotel. IV, 5. φ μὲν οὖν σώματι ἐστι τι ἔκτὸς σῶμα περιέ ον αὐτό, τοῦτ' ἐστιν ἐν τόπῳ, φ δὲ μή, οὔ. διὸ χἂν ὕδωρ εἶναι ὁ τόπος, διὸ ὁ πᾶς μᾶλλον ποταμὸς τόπος, ὅτι ἀκίνητος ὁ πᾶς. στος καὶ Εὐδήμους ἐν τοῖς περὶ τόπου ἀξιώμασι καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον προσλαμβάνουσι. διὰ τί δὲ ὁ Ἀριστοτέλης τοῦτο παρῆκε, δῆλον γενήσεται ὅτε τὴν διαφορὰν τοῦ τόπου πρὸς τὸ ἄγγειον παραδώσει. Aristotel. IV, 4. p. 212, 14. ἔστι δ' ὡςπερ τὸ ἄγγειον τόπος μεταφορητός,

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
