# Fragmenta 77.2

Eudemus, Fragmenta, 77.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/77.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/77.2

ἐν οἷς καὶ ὅπως κατὰ συμβεβηκὸς ὁ ὅλος οὐρανὸς ἐν τόπῳ εἴπεν. Themistius fol. 40. ᾧ μὲν οὖν σώματί ἐστι σῶμα ἐκτὸς περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ· ᾧ δὲ μή, οὔ. διόπερ ἡ μὲν γῆ καίτοι μένουσα ἐστιν ἐν τόπῳ· ἔχει γὰρ ἐξωθεν ἄλλο σῶμα οὐ τὸ πέρας· ταύτην περιέχει, οὐκέτι δὲ τὸ κύκλῳ κινούμενον ἐστιν ἐν τόπῳ. πῶς οὖν κινεῖται ὁ οὐρανὸς μὴ ὧν ἐν τόπῳ; ἢ ἔστι μὲν ὡς κινεῖται, ἔστι δὲ ὡς οὔ; ὅλος μὲν γὰρ οὐ κινεῖται· οὐδὲ γὰρ ἀμεῖβει τὸν ὅλον τόπον· αὕτη γὰρ κίνησις τῶν ὅλων ὡσπερ τῶν ἐπ’ εὐθείας μεθισταμένων, κύκλῳ δὲ κινεῖται. αὕτη δὲ ἡ κίνησις τῶν μορίων ἐστιν καὶ τούτοις ἐστὶ τόπος. ἕκαστη γὰρ σφαῖρα τῶν ἐν κύκλῳ φερομένων ἀμεῖβει τῆς ἑφεξῆς σφαίρας ἐκείνης τὴν ἐπιφάνειαν. ταύτης οὖν καὶ τόπος ἐστιν· περιέχονται γὰρ ὑπ’ ἀλλήλων. ὁμοίως δὲ καὶ τὸ πᾶν καὶ τὸ ὅλον αὐτὸ μὲν οὐχ ἐν τόπῳ, τὰ μόρια δέ. τὰ μὲν γὰρ αὐτῶν κύκλῳ κινεῖται, τὰ δὲ ἄνω καὶ κάτω ὅσα ἔχει πῦρ κινῶσι καὶ μάνωσι. ταῦτα δὲ Εὐδῆμος ἐν τῷ τρίτῳ τῶν

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
