# Fragmenta 84.2

Eudemus, Fragmenta, 84.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/84.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/84.2

καὶ ἐν τούτοις οὐν οὐ τοῦτό φησιν ὅπερ δοκεῖ λέγειν τὸ φαινόμενον, ὅτι ἦν ποτε τῷ χρόνῳ προὑπάρχον τὸ αἰσθητὸν ἀτακτὸν καὶ ὕστερον ὡς ἐξ ὕπνου τινὸς ὁ δημιουργὸς ἀναστὰς ἔταξεν αὐτό. εἰ γὰρ διὰ τὴν ἀγαθότητα δημιουργεῖ, ἡ δ’ ἀγαθότης αὐτοῦ ἀεὶ τελεία καὶ ἐνεργὸς ἐστι καὶ τῷ εἶναι πάντα ἀγαθύνει, δῆλον ὅτι τῇ τοῦ θεοῦ ἀγαθότητι συνυφέστηκεν ἡ δημιουργικὴ πρόνοια. ἐνδείκνυται δὲ τὸ λεγόμενον ὅτι κόσμου καὶ τάξεως ὁ δημιουργὸς αἴτιός ἐστι τῷ παντὶ, εἴπερ τὸ τῆς αὐτοῦ ἐνεργείας πλημμελὲς καὶ ἀτακτὸν ὑποτίθεται. καὶ τῷ λόγῳ δὲ ὑπέθετο πλημμελῆ κίνησιν πρὶν οὐρανοῦ γενέσθαι. καὶ εἰ πᾶσα κίνησις ἐν χρόνῳ, δῆλον ὅτι καὶ ὁ χρόνος ἐκεῖνος πλημμελὴς καὶ ἀτάκτος καὶ οἷον σκιαγραφία τις ὑποτεθήσεται τοῦ τελείου χρόνου κατὰ τὴν τοῦ λόγου ὑπόθεσιν. ἀλλὰ ταῦτα μὲν μὴ καὶ πλεῖονα τοῦ δέοντος εἴρηται.

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
