# Fragmenta 97.2

Eudemus, Fragmenta, 97.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/97.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/97.2

Aristotel. V, 3. pag. 227, 17. φανερὸν δὲ καὶ ὅτι πρῶτον τὸ ἐφεξῆς ἐστιν· τὸ μὲν γὰρ ἀπτόμενον ἐφεξῆς ἀνάγκη εἶναι, τὸ δ' ἐφεξῆς οὐ πᾶν ἀπτεσθαι. διὸ καὶ ἐν προτέροις τῷ λόγῳ τὸ ἐφεξῆς ἐστιν οἷον ἐν ἀριθμοῖς, ἄφ' ἧ οὐκ ἐστιν. καὶ εἰ μὲν συνεχές, ἀνάγκη ἀπτεσθαι, εἰ δὲ ἀπτεται, οὐπω συνεχές· οὐ γὰρ ἀνάγκη ἐν εἶναι αὐτῶν τὰ ἄκρα, εἰ ἅμα εἰεν· ἀλλ' εἰ ἕν, ἀνάγκη καὶ ἅμα - ὥστε ἡ σύμφυσις ἰστάτη κατὰ τὴν γένεσιν - ἀνάγκη γὰρ ἀψασθαι, εἰ συμφύσεται τὰ ἄκρα· τὰ δὲ ἀπτόμενα οὐ πάντα συμπέφυκεν. ἐν οἷς δὲ μὴ ἐστιν ἄφ', δῆλον ὅτι οὐκ ἐστιν οὐδὲ σύμφυσις ἐν τούτοις.

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
