# Fragmenta 98.2

Eudemus, Fragmenta, 98.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eudemus/fragmenta/98.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eudemus/fragmenta/98.2

Aristoteles V, 4. p. 227b, 21. ἀπλῶς δὲ μία κίνησις ἢ τῇ οὐσίᾳ μία καὶ τῷ ἀριθμῷ. τίς δ' ἢ τοιαύτη, δῆλον διελομένοις. τρία γὰρ ἐστι τῶν ἀριθμῶν περὶ ἃ λέγομεν τὴν κίνησιν, ὅ καὶ ἐν φ καὶ ὅτε. λέγω δ' ὅ, ὅτι ἀνάγκη εἶναι τι τὸ κινοῦμενον οἷον ἄνθρωπον ἢ χρυσόν, καὶ ἐν τινι τοῦτο κινεῖσθαι, οἷον ἐν τόπῳ ἢ ἐν πάθει, καὶ ποτέ· ἐν χρόνῳ γὰρ πᾶν κινεῖται. τούτων δὲ τὸ μὲν εἶναι τῷ γένει ἢ τῷ εἴδει μίαν ἐστιν ἐν τῷ πράγματι ἐν φ κινεῖται, τὸ δ' ἔχόμενον ἤν ἐν τῷ χρόνῳ, τὸ δ' ἀπλῶς μίαν ἐν ἅπασιν τούτοις. καὶ ἐν φ γὰρ ἐν δεῖ εἶναι καὶ ἄτομον οἷον τὸ εἶδος, καὶ τὸ ὅτε οἷον τὸν χρόνον ἕνα καὶ μὴ διαλείπειν, καὶ τὸ κινοῦμενον ἐν εἶναι μὴ κατὰ συμβεβηκός, ὥσπερ τὸ λευχὸν μελαίνειν καὶ Κορίσκον βαδίζειν, ἐν δὲ Κιρίσκος καὶ λευχὸν ἀλλὰ κατὰ συμβεβηκός, μηδὲ κοινόν· εἰ γὰρ ἂν ἅμα δύο ἄν-

---

Eudemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001257.
