# Fragmenta 1

Euenus, Fragmenta, 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euenus/fragmenta/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euenus/fragmenta/1

Πολλοῖς ἀντιλέγειν μὲν ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ’ ἀντιλέγειν, οὐκέτι τοῦτ’ ἐν ἔθει· καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός, „σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.“ τοὺς ξυνετοὺς δ’ ἂν τις πείσειε τάχιστα λέγων εὖ, οἷπερ καὶ δάστης εἰσὶ διδασκαλίας. Ἄτθι κόρα, μελίσθεπτε, λάλος λάλον ἀπαξάσσα, τέπτυγα πτανοῖς δαῖτα φέρεις τέκναις, τὸν λάλον ἄ λαλόεσσα, τὸν εὐπτερον ἄ πτερόεσσα, τὸν ξένον ἄ ξείνα, τὸν θερινὸν θερινά· κοῦχὶ τάχος ὀψῃς· οὐ γὰρ θέμις οὐδὲ δίκαιον ὀλλυσθ᾽ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν.

---

Euenus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001264.
