# Fragmenta 542.3

Euhemerus, Fragmenta, 542.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euhemerus/fragmenta/542.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euhemerus/fragmenta/542.3

(34) Strabo lib. II cap. 4, p. 104 ed. Casaub.: Φησι δ' οὖν ὁ Πολέμιος ἄπιτον καὶ αὐτὸ τοῦτο, πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι [τῷ Πυθέᾳ] τὰ τοιαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο· τὸν δ' Ἐρατοσθένει διαπορήσαντα, εἰ χρή πιστεύειν τούτοις, ὅμως περὶ τῆς Βρεττανικῆς περιπολιτικῆς καὶ τῶν κατὰ Γάδερα καὶ τὴν Ἰβηρίαν· πολὺ δὲ φησι βέλτιον τῷ Μεσηνίῳ πιστεύειν ἢ τούτῳ. Ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαιαν λέγει πλεῖστα· ο δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περιάτων κατασκευάζει τὴν προσάρτησιν τῆς Εὐρώπης πάσης, ἣν οὐδ' ἂν τῷ Ἑρμῇ πιστεύσειν τὸ λέγοντι. Ἐρατοσθένει δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν, Πυθέα δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος.

---

Euhemerus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001266.
