# Fragmenta 544.1

Euhemerus, Fragmenta, 544.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euhemerus/fragmenta/544.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euhemerus/fragmenta/544.1

οὐ μόνον αἱ γυναῖκες ἀλλὰ καὶ οἱ ἄνδρες, περὶ μὲν τοὺς τραχήλους ἔχοντες στρεπτοὺς κύκλους, περὶ δὲ τὰς χεῖρας ψέλλια, ἐκ δὲ τῶν ὤτων παραπλησίους τοῖς Πέρσαις ἐξηρτημένους κρίκους. Ὑποδέσσει δὲ κοινὰς χρῶνται καὶ τοῖς χρώμασι πεποιηκλμένας περιττότερον. Οἱ δὲ στρατιῶται λαμβάνοντες τὰς μεμερισμένας συντάξεις φυλάττουσι τὴν χώραν, διελληρότες ὀχυρώμασι καὶ παρεμβολαῖς· ἐστὶ γὰρ τι μέρος τῆς χώρας ἔχον ληστήρια θρασέων καὶ παρανόμων ἀνθρώπων, οἱ τοὺς γεωργοὺς ἐνεδρεύοντες πολεμοῦσι τούτους. Αὐτοὶ δὲ οἱ ἱερεῖς πολλῶν τῶν ἄλλων ὑπερέχουσι τρυφῇ καὶ ταῖς ἄλλαις ταῖς ἐν τῷ βίῳ καθαριοτῃσι καὶ πολυτελείαις· στολὰς μὲν γὰρ ἔχουσι λινὰς τῇ λεπτότητι καὶ μαλακότητι διαφόρους, ποτὲ δὲ καὶ τὰς ἐκ τῶν μαλαχωτάτων ἐρίων κατεσκευασμένας ἐσθῆτας φοροῦσι· πρὸς δὲ τούτοις μίτρας ἔχουσι χρυσούφεις. Τὴν δὲ ὑπόδεσιν ἔχουσι σανδάλια ποικίλα φιλοτέχνως εἰργασμένα· χρυσοφοροῦσι δὲ ὁμοίως ταῖς γυναιξὶ πλὴν τῶν ἐνωτίων. Προσεδρεύουσι δὲ μάλιστα ταῖς τῶν θεῶν θεραπείαις καὶ τοῖς περὶ τούτων ὕμνοις τε καὶ ἐγκωμίοις, μετ’ ὧν δὴ τὰς πράξεις αὐτῶν καὶ τὰς εἰς ἀνθρώπους εὐεργεσίας διαπορεύομενοι. Μυθολογοῦσι δ’ οἱ ἱερεῖς τὸ γένος αὐτῶν ἐκ Κρήτης ὑπάρχειν, ὑπὸ Διὸς ἡμῆνοις εἰς τὴν Παγχαίαν, ὅτε κατ’ ἀνθρώπους ὧν ἐδασίλευε τῆς οἰκουμένης· καὶ τούτων σημεῖα φέρουσι τῆς διαλέκτου, δεικνύντες τὰ πολλὰ διαμένειν παρ’ αὐτοῖς Κρητικῶς ὀνομαζόμενα· τὴν τε πρὸς αὐτοὺς οἰκειότητα καὶ φιλανθρωπίαν ἐκ προγόνων παρειληφέναι, τῆς φήμης ταύτης τοῖς ἐκγόνοις παραδιδομένης ἀεί. Ἐδείκνυον δὲ καὶ ἀναγραφὰς τούτων, ὅς ἔφασαν τὸν Δία πεποιήσθαι καθ’ ὃν καιρὸν ἐτι κατ’ ἀνθρώπους ὧν ἱδρύσατο τὸ ἱερὸν. Ἔχει δ’ ἡ χώρα μέταλλα διαφιλῆ χρυσοῦ τε καὶ ἀργύρου καὶ χαλκοῦ καὶ κασσιτέρου καὶ σιδήρου· καὶ τούτων οὐδὲν ἔξεστιν ἐξενεγκεῖν ἐκ τῆς νήσου, τοῖς δ’ ἱερεῦσιν οὐδ’ ἐξελοῦν τὸ παράπαν ἐκ τῆς καθιερωμένης χώρας· τὸν δ’ ἐξελόντα ἐξουσίαν ἔχει ὁ περιτυχὼν ἀποκτεῖναι. Ἀναθήματα δὲ χρυσᾶ καὶ ἀργυρᾶ πολλὰ καὶ μεγάλα τοῖς θεοῖς ἀνάκειται, σεσωρευκότος τοῦ χρόνου τὸ πλῆθος τῶν καθιερωμένων ἀναθημάτων. Τὰ τε θυσώματα τοῦ ναοῦ θαυμαστὰς ἔχει τὰς κατασκευὰς ἐξ ἀργύρου καὶ χρυσοῦ καὶ ἐλέφαντος, ἐπὶ δὲ θύας δεδημιουργημένας. Ἡ δὲ κλίνη τοῦ θεοῦ τὸ μὲν μήκος ὑπάρχει πηχῶν ἐξ, τὸ δὲ πλάτος τεττάρων, χρυσῇ δὲ δὴ καὶ τῇ κατὰ μέρος ἐργασίᾳ φιλοτέχνως κατεσκευασμένη. Παραπλησίως δὲ καὶ ἡ τράπεζα τοῦ θεοῦ καὶ τῷ μέγει καὶ τῇ λοιπῇ πολυτελείᾳ παράκειται πλησίον τῆς κλίνης. Κατὰ δὲ μέσην τὴν κλίνην ἔστηκε στήλη χρυσῇ μεγάλη, γράμματα ἔχουσα τὰ παρ’ Αἰγυπτίοις ἱερὰ καλούμενα, δι’ ὧν ἦσαν αἱ πράξεις Οὐρανοῦ τε καὶ Διὸς ἀναγεγραμμένα, καὶ μετὰ ταύτας αἱ Ἀρτέμιδος καὶ Ἀπόλλωνος ὑπ’ Ἑρμοῦ προσαναγεγραμμένα.

---

Euhemerus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001266.
