Ancient Greek · ~1 min
Book 7
Euphorion Epic., Epigrammata 7.651
Not analysed yet
ΕΥΦΟΡΙΩΝΟΣ
Οὐχ ὁ τρηχὺς ἔλαιος ἐπ' ὀστέα κεῖνα καλύπτει
οὐδ' ἡ κυάνεον γράμμα λαβοῦσα πέτρη·
ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο
Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις·
ἀντὶ δ' ἐγὼ ξενίης Πολυμήδεος ἡ κεινὴ χθὼν
ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.