# Fragmenta 83.2

Euphorion, Fragmenta, 83.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euphorion-epic/fragmenta/83.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euphorion-epic/fragmenta/83.2

Schol. AD Hom. C 486 Ὕριεύς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης, μιᾶς τῶν Ἀτλαντος θυγατέρων, ψῦκει μὲν ἐν Τανάγρα τῆς Βοιωτίας, φιλοξενώτατος δὲ γενόμενος ὑπέδεξάτο ποτε καὶ θεούς. Ζεὺς γὰρ καὶ Ποσειδῶν καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι, παρήνεσαν αἰτεῖν ὅτι ἂν βούλοιτο. ὁ δὲ ἄτεκνος ὢν ἠτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι· ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὔρῃσαι ὡσπερ (ἀπ τὸ σπέρμα αὐτοῦ;) τοὺς θεούς, ἔπειτα δὲ κατ’ εὐφημισμὸν Ὄριων. συγκυνηγητῶν δὲ οὗτος Ἄρτέμιδι ἐπεχείρησεν αὐτὴν βιάσασθαι. ὀργισθεῖσα δὲ ἡ θεὸς ἀνέδυκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον ἀπέκτεινε. Ζεὺς δὲ συμπαθῆσας κατηστέρισεν αὐτόν. διὸ τοῦ σκορπίου ἀνατέλλοντος ὁ Ὄριων δύνει. ἡ ἱστορία παρὰ Εὐφορίωνι.

---

Euphorion Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001274.
