# Epistulae 6

Euripides Epistulae, Epistulae, ε′. Κηφισοφῶντι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides-epistulae/epistulae/6

(6) ὃν ἐγὼ ἐμίσησα μὲν οὐδέποτε ἐθαύμασα δὲ ἀεί, ἔστερξα δ’ οὐχ ὁμοίως ἀεί, ἀλλὰ φιλοτιμότερον μέν τινα εἶναί ποτε δόξας ὑπεῖδον, βουληθέντα δὲ διαλύσασθαι τὰ νείκη προθυμότατα ὑπεδεξάμην. καὶ ἀλλήλους μέν, ἐξ ὅτου συνέβη, στέργομέν τε καὶ στέρξομεν, τοὺς δ’ ἐμβάλλοντας ἡμῖν πολλάκις τὰς ὑπονοίας εἶναι ἐκ τοῦ ἡμᾶς ἀπεχθάνεσθαι τὸν ἕτερον θεραπεύοντες, ἄν τι πλείων ἔχωσι, διαβεβλήμεθα. καὶ νῦν, ὦ βέλτιστε Κηφισοφῶν, οἶδ’ ὅτι οὗτοί εἰσιν οἱ τοὺς περὶ ἡμῶν λόγους ἐμβάλλοντες εἰς τοὺς ὄχλους· ἀλλ’ ὥσπερ ἀεὶ ἄπρακτοι αὐτῶν αἱ κακαὶ γλῶσσαι ἐγένοντο καὶ γέλωτα ἐξ αὐτῶν καὶ μῖσος, οὐδὲν πλέον, ὠφλίσκανον, καὶ νῦν ἴσθι ὅτι οὐκ ἄπρακτοι μόνον ἀλλὰ καὶ ἐπὶ κακῷ σφίσιν ἔσονται. σὺ μέντοι εὖ ποιεῖς περὶ τούτων ἡμῖν γράφων, ἐπειδήπερ οἴει ἡμῖν διαφέρειν· ἀλλ’ ὥσπερ εὖ ποιεῖς γράφων, οὕτως ἀδικεῖν σε φήσαιμ’ ἂν ἡμᾶς ἀντιλέγοντα ὑπὲρ αὐτῶν τοῖς οὐκ ἀξίοις.

---

Euripides Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1367.tlg001.local001/.
