# Fragmenta 362

Euripides, Fragmenta, Fragment 362. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/362

ὀρθῶς μ’ ἐπήρου· βούλομαι δὲ σοί, τέκνον,
φρονεῖς γὰρ ἤδη κἀποσῴσαι’ ἂν πατρὸς
γνώμας φράσαντος, ἢν θάνω, παραινέσαι
κειμήλι’ ἐσθλὰ καὶ νέοισι χρήσιμα.
βραχεῖ δὲ μύθῳ πολλὰ συλλαβὼν ἐρῶ.
πρῶτον φρένας μὲν ἠπίους ἔχειν χρεών·
τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος
ἴσον σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου.
δυοῖν παρόντοιν πραγμάτοιν πρὸς θάτερον
γνώμην προσάπτων τὴν ἐναντίαν μέθες.
ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἢν βούλῃ πολὺν
χρόνον μελάθροις ἐμμένειν· τὰ γὰρ κακῶς
οἴκους ἐσελθόντ’ οὐκ ἔχει σωτηρίαν.
ἔχειν δὲ πειρῶ· τοῦτο γὰρ τό τ’ εὐγενὲς
καὶ τοὺς γάμους δίδωσι τοὺς πρώτους ἔχειν.
ἐν τῷ πένεσθαι δ’ ἐστὶν ἥ τ’ ἀδοξία,
κἂν ᾖ σοφός τις, ἥ τ’ ἀτιμία βίου.
φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις
κέκτησο· τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ
τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης.
ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει,
ἀκόλαστα δ’ ἤθη λαμπρὰ συγγελᾶν μόνον
μίσει· βραχεῖα τέρψις ἡδονῆς κακῆς.
ἐξουσίᾳ δὲ μήποτ’ ἐντρυφῶν, τέκνον,
αἰσχροὺς ἔρωτας δημοτῶν διωκαθεῖν.
ὃ καὶ σίδηρον ἀγχόνας τ’ ἐφέλκεται,
χρηστῶν πενήτων ἤν τις αἰσχύνῃ τέκνα.
καὶ τοὺς πονηροὺς μήποτ’ αὔξαν’ ἐν πόλει·
κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος
ἢ πόλεος ἐμπεσόντες εἰς ἀρχήν τινα
σκριτῶσιν, ἀδόκητ’ εὐτυχησάντων δόμων.
ἀλλ’ ὦ τέκνον μοι δὸς χέρ’, ὡς θίγῃ πατήρ,
καὶ χαῖρ’· ὑπ’ αἰδοῦς δ’ οὐ λίαν ἀσπάζομαι·
γυναικόφρων γὰρ θυμὸς ἀνδρὸς οὐ σοφοῦ.

---

Euripides, Fragmenta, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg020.local001/.
