Ancient Greek · ~2 min
Episode 3
Euripides, Ἱππόλυτος 3.1
Not analysed yet
ἄιες ὤ, ἔκλυες ὤ,
ἀνήκουστα τᾶς
τυράννου πάθεα μέλεα θρεομένας;
—ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν
κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ.
—ὦ τάλαινα τῶνδ’ ἀλγέων·
—ὦ πόνοι τρέφοντες βροτούς.
—ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
—τίς σε παναμέριος ὅδε χρόνος μένει;
—τελευτάσεταί τι καινὸν δόμοις.
—ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.