Ancient Greek · ~7 min
Episode 3, lines 3.4.464-3.4.506
Euripides, Ἱππόλυτος 3.4.464-506
Not analysed yet
πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι
συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ
τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι
καλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχην
πεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν.
ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβρις
τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν·
τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε.
νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.
εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι·
φανήσεταί τι τῆσδε φάρμακον νόσου.
ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,
εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων
τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.
τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.
οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,
ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
δεῖ σ’, ἀλλὰ τἀνδρός. —ὡς τάχος διοιστέον,
τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος
τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,
οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς
προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας
σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι.
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
καὶ μή σε πρὸς θεῶν —εὖ λέγεις γάρ, αἰσχρὰ δέ —
πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ
ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,
ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.